Document recording question of Magnesia (Mai.) to Delphi
concerning earthquake, answer of oracle in hexameters concerning
cult of Dionysos and action of Magnesia, and obeying oracle; 1m,
perhaps copy of earlier document; found at Magnesia Mai.:
Kondoleon, MDAI(A) 15, 1890, 330-332, no. 1; Reinach, REG 3,
1890, 350-351; Maas, Hermes 26, 1891, 183; Kern, Beiträge z.
Gesch. d. gr. Philos. & Rel. 80-82; Pomtow, Jahrb. f. class.
Philo. 1896, 754, 767 (non vidi); Michel 856 (p. 706); *IMagnesia
215.a; SEG 17, 495.
[ ]
IMagn 215a
| 1 | ἀγαθῇ τύχῃ. |
| ἐπὶ πρυτάνεως Ἀκροδήμου τοῦ Δι- | |
| οτείμου ὁ δῆμος ὁ Μαγνήτων ἐπερω- | |
| τᾷ τὸν θεὸν περὶ τοῦ σημείου τοῦ | |
| 5 | γεγονότος ὅτι πλατάνου κατὰ τὴν |
| πόλιν κλασθείσης ὑπὸ ἀνέμου εὑ- | |
| ρέθη ἐν αὐτῇ ἀφείδρυμα Διονύσου, | |
| τί αὐτῷ σημαίνει ἢ τί ἂν ποιήσας | |
| ἀδεῶς διατελοίη· δι’ ὃν θεοπρόποι | |
| 10 | ἐπέμφθησαν ἰς Δελφοὺς Ἑρμῶναξ |
| Ἐπικράτους Ἀρίσταρχος Διοδώρου. | |
| θεὸς ἔχρησεν· | |
| Μαιάνδροιο λαχόντες ἐφ’ ὕδασιν | |
| ἱερὸν ἄστυ Μάγνητες κτεάνοις | |
| 15 | ἐπαμύντορες ἡμετέροισιν, |
| ἤλθετε πευσόμενοι στομάτων ἀπ’ ἐ- | |
| μεῖο, τίς ὑμεῖν μῦθος, ἐπεὶ Βάκ- | |
| χος θάμνῳ ἔνι κείμενος ὤφθη. | |
| ἐξεφάνη δὲ ἔτι κοῦρος, ἐπεὶ πτολί- | |
| 20 | αιθρα τιθέντες νηοὺς οὐκ ᾠκίσ- |
| σατ’ ἐϋτμήτους Διονύσῳ. ἀλλὰ | |
| καὶ ὥς, ὦ δῆμε μεγάσθενες, ἵδρυε | |
| νηοὺς θυρσοχαροῦς· ἱερῆα τίθει | |
| δὲ εὐάρτιον ἁγνόν· ἐλθέτε δὲ | |
| 25 | ἐς Θήβης ἱερὸν πέδον, ὄφρα λάβητε |
| Μαινάδας, αἳ γενεῆς Εἰνοῦς ἄπο Κα- | |
| δμηείης· αἳ δ’ ὑμεῖν δώσουσι καὶ | |
| ὄργια καὶ νόμιμα ἐσθλὰ καὶ θιά- | |
| σους Βάκχοιο καθειδρύσουσιν | |
| 30 | ἐν ἄστει. κατὰ τὸν χρησμὸν διὰ |
| τῶν θεοπρόπων ἐδόθησαν ἐκ Θηβῶν | |
| Μαινάδες τρεῖς Κοσκὼ Βαυβὼ | |
| Θετταλή, καὶ ἡ μὲν Κοσκὼ συνήγαγεν | |
| θίασον τὸν Πλατανιστηνῶν, | |
| 35 | ἡ δὲ Βαυβὼ τὸν πρὸ πόλεως, ἡ δὲ |
| Θετταλὴ τὸν τῶν Καταιβατῶν· | |
| θανοῦσαι δὲ αὗται ἐτάφησαν | |
| ὑπὸ Μαγνήτων, καὶ ἡ μὲν Κοσκὼ | |
| κεῖται ἐν Κοσκωβούνῳ, ἡ δὲ Βαυ- | |
| 40 | βὼ ἐν Ταβάρνει, ἡ δὲ Θετταλὴ |
| πρὸς τῷ θεάτρῳ. |