Document giving history of founding of Magnesia (Mai.), with oracles of Delphi in hexameters; composed c. 221/220 BC, inscribed IIIe/c. II; found at Magnesia Mai.: Kern, Gründungsgeschichte (PH) (non vidi); Sakolowski, Mythodgr. gr. II 1 p. xxi; Michel 855; *IMagnesia 17 (PH, part); **Dušanić, Epigraphica 45, 1983, 11-48 (l. 2: p. 20); SEG 33, 966.  
[ ] IMagn 17
1 [․․․․․c.15․․․․․․] χεῖρας [ἐ]ξήγαγο[ν ․․․․․c.14․․․․․]
[․․․c.11․․․․ ση]μ̣εῖον τῆς γενομένη̣[ς ․․․․․c.14․․․․․]
[․․․c.11․․․․ πα]ρὰ πάντων κατὰ κοινὸ[ν ․․․․c.13․․․․․]
[․․․c.10․․․ ψ]ηφισμάτων  μέχρι μὲν [τούτων κατὰ νοῦν]
5 σ̣υν[τ]ελεσθ[έ]ντων ταχέως ὧν ἕνεκεν ἦλ[θον, περιέμενον]
τ̣ὸ ῥηθὲν ὑπὸ̣ τοῦ θεοῦ σημεῖον πρὸς τὴν ἀ[ναχώρησιν· ἐπεὶ]
δὲ ἐλάμ̣βανε χρόνον, πόλιν ἀνὰ μέσον π[όλεων Γόρτυ]-
νος καὶ Φαιστοῦ κ̣α̣τώικουσαν εὐδαιμόν[ως μεταπεμψά]-
μενοι τέκν̣α καὶ γυναῖκα[ς, ἐ]νεφυσίωσάν τε κα̣[ὶ τοῖς γινομέ]-
10 νοις ἐξ ἑαυτῶν τὴμ βούλησιν τοῦ θεοῦ τὴν κατὰ [τὸν χρησμόν·]
ὡς δὲ περὶ ὀγδοιήκονθ’ ἕτη μετὰ τὴν ἄφιξιν ἐφά[νησαν οἱ λευκοὶ]
κόρακες, vacat εὐθέως ἅμα θυσίαις χαριστηρίοις vacat πέμ[πονται εἰς Δελ]-
φοὺς ἐρωτήσοντες περὶ τῆς εἰς τὴν ἰδί̣[αν] ἐπανόδο[υ, ἱερωμένης
ἐν Ἄργει vacat Θεμιστοῦς, vacat προάρχοντας ἐν [Δελ]φοῖς τὴν ἐν̣[ναετηρίδα]
15 Ξενύλλου.  πάλιν δὲ παρὰ τὴμ βούλησιν αὐτῶν χρ̣ηστηριάζε[ται·]
ἤλθετε Μάγνητες Κρήτης ἀ̣πόνοσφι τραπέν[τες]
οἰωνὸμ πτερύγεσσι σὺν ἀργεννῇσιν ἰδόντες
[ἐ]γ μέλανος, καὶ θαῦμα καταθνητοῖσιν ἐφάνθη,
[κ]αὶ δίζησθε, πάτρην εἰ λώϊόν ἐστιν ἱκέσθαι.
20 ἀλλὰ χρεὼγ γαίης ἀπ[ὸ π]ατρίδος ἄλλοθι ν̣εῖσθα[ι·]
πατρὶ δ’ ἐμῶι καὶ ἐμοὶ [καὶ] συγγόνωι ὧδε μ[ελ]ήσει
μή τι χερειοτέραμ βῶ̣λ̣[ο]μ Μ[ά]γνητα δάσασθαι
χ̣ώρας ἧς Πηνειὸς ἔχει κα[ὶ] Πήλιον αἰ̣πύ.
ἀπογνόντες οὖν διὰ τὸγ χρησμὸν [τ]ὴν εἰς οἶκον ἐπάνοδον καὶ
25 σπεύδο<ν>τες ἑαυτοῖς ἐπιτελεσθῆναι τὴν ἐπαγγελίαν τοῦ
θεοῦ πάλιν ἐπηρ̣ώτ<η>σαμ πέμψαντες ὅπ[ο]υ στέλλοιεν
καὶ πῶς· ὁ δὲ θεὸς ἔχρησεν·
εἴρεσθ’ ὦ Μάγνητες ἀμύμονες, ἔνθα νέησθε·
ὔμμι δὲ ἀνὴρ ἕστηκε πάρος νηοῖο θυράων,
30 [ὃ]ς γ’ ὑμῖν ἄρξαιτο καὶ ἡγήσαιτο κελεύθου
Π̣αμφ̣ύλων ἐπ’ ἄρουραν ὑπὲρ Μυκάλης ὄρος αἰπύ̣·
ἔνθα δὲ Μανδρολύτου δόμος ὄλβιος ἐμ περιωπῆ[ι]
πολλοῖσιν κτεάνοισι πολυστρεφέος ποταμοῖο·
ἔνθα δὲ ἀμυνομένοισι καὶ οὐκ ἄρχουσι δόλοιο
35 νίκηγ καὶ μέγα κῦδος Ὀλύμπιος ἐγγυαλίξει.
ἐπερωτησάντων δὲ τίς ὁ ἀνὴρ οὗτός ἐστιν ὁ καθηγησό-
μενος ἡμῖν καὶ πόθεν, ὁ θεὸς ἔχρησεν·
ἔστι τις ἐν τεμένει Γλαύκου γένος ἄ<λ>κιμος ἀνήρ,
ὅς γ’ ὑμῖν πρώτιστ’{ε} ἐπιέξεται ἀν̣τιβολήσας
40 νηὸν ἐμὸμ προλιποῦσι· τὸ γὰ[ρ] πεπρωμένον ἐστίν.
οὗτος καὶ δείξει χέρσου πολύπυρον ἄρουραν.
συναντησάντων δὲ κατὰ τὸ ῥηθὲν καὶ τὴν̣ συγγένεια[ν]
πρὸς τὸν Λεύκιππον ἀνανεωσαμένων, ἐπιδειξάντων
τοὺς χρησμοὺς ἄσμενος ὑπήκουσεν ὁ <Λ>εύκιππος, ὅμως μ[έν]-
45 τοινε καὶ αὐτὸς ἐπ[η]ρ[ώτ]η[σ]ε κατ’ ἰδίαν τὸν θεόν, τῶι δ’ ἔχρησεν·
στέλλ’ ἐπὶ Παμφ[λ]ωγ κό[λ]πον, Λεύκιππε, φέροπλον
λαὸν ἄγωμ Μάγνητα ὁμοσύγγονον, ὡς ἂν ἵκειαι
Θ[ώρη]κος σκόπελον κ[α]ὶ Ἀμανθίου αἰπὺ ῥέεθρον
καὶ [Μ]υκάλης ὄρος αἰπὺ ἀπεναντίον Ἐνδυμίων[ος.]
50 ἔνθα δὲ Μ[α]νδρολύτου δόμον ὄλβιοι οἰκήσο[υσιν]
[Μ]άγνητ<ε>ς πολί̣ε̣[σσι] π̣ερικτιόνεσσιν ἀγητ[οί.]
Search Help
Contact Us