Document concerning lease of public land in prytany of
Aris[t]eus; III1; found at Magnesia Mai.: *IMagnesia 8; **Robert,
Noms indigènes 311 (l. 27).
[ ]
IMagn 8
1 | πρυτανεύοντος Ἀρισ[τ]έως μηνὸς |
Ἀνθεστηριῶνος· πρᾶσις τῆς γῆς | |
τ[ῆ]ς ἡμ[έρ]ης ἢ λεία[ς] τῆς ἐν τῇ ἀγ- | |
[ροι]κίηι· τ[ὴ]ν τιμὴν κατ̣αβεβλήκα- | |
5 | [σι τῆ]ι πόλ̣ει σχοίνων τριακοσίων |
[τ]ρι̣[ά]κ[οντ]α τριῶν μηνὸς [Σ]μισιῶν[ο]ς· | |
[Μ]όν[ι]μ[ο]ς Κ[α]λλίπου σχοίνω[ν] | |
[π]εν[τήκ]οντα, τῆς σχοίνου δρα- | |
χμὰς τ[ρ]ιάκοντα ὀκτώ· γίνονται | |
10 | δραχμαὶ χίλιαι ἐνακόσιαι. |
Ζ̣ηνιφ[άν]ης Ζηνοδότου σχοίνω[ν] | |
ε̣ἴκ̣οσ̣ι τῆ[ς] σχοίνου δραχμὰς [ἐν]εν̣[ή]- | |
[κ]ο[ν]τα [μίαν·] γίνονται δρα[χ]μαὶ χί- | |
λιαι [ὀκτακόσι]αι εἴκοσι. | |
15 | Φίλιπ[πο]ς Στρατίππου σχοίνων |
[τ]ρ[ιά]κοντα, τῆς σχοίνου δραχμὰς | |
ἑξήκον[τ]α ἕξ· γίνονται δραχμαὶ | |
[χ]ίλ[ι]αι ἐνακόσιαι ὀγδοήκοντα. | |
Ἀρτε[μ]ίδωρος Ἀπ[ο]λλοφάνου | |
20 | σχοίν[ω]ν πεντήκοντα, [τ]ῆς σχ[οί]- |
νου δραχμὰς [ὀ]γδ[ο]ήκοντα μίαν· | |
[ἄ]λλων πεντ[ήκο]ντα τῆς σχοίνου | |
δραχμὰς ἑκατόν, ἄλλων πεντή- | |
κοντα τῆς σχοίνου δραχμὰς | |
25 | ὀγδοήκοντα· γίνονται δρα[χ]μαὶ |
μ̣ύ̣ρια̣ι̣ τρισχ̣ίλιαι πεν[τ]ήκοντα. | |
Ἀρτεμιδώρωι μετέχει Βίσθων | |
Ἱκέτου τὸ τρίτομ μέρος. | |
Ποσειδώνιος Στράτωνος σχοίνων̣ | |
30 | ὀγδοήκοντα τριῶν, τῆς σχοίνου |
[δρα]χμὰς πε[ν]τήκοντα μίαν· | |
γίνονται δραχμαὶ τετρακισχίλια[ι] | |
[δια]κόσιαι τριάκοντα τρεῖς. | |
[τ]ο[ῖς] δὲ ἀγοράσασιν εἰσόδους καὶ | |
35 | [ἐ]ξόδους εἶναι κοινάς. |