Decree (of Magnesia Mai.) calling for posting of documents concerning boundary dispute between Magnesia Mai. and Priene; 190/140 BC; found at Magnesia Mai.: *IMagnesia 93.a; Syll2 928; IPriene 531I; **Syll3 679.I (ll. 2-3, 7, 8, 13, 14, 17, 18, 20, 22, 24, 27, 28, 29, 30, 31, 32); **Wilhelm, NBeiträge VI 33 (ll. 31-32).  
[ ] IMagn 93a
1 [․․․․․c.15․․․․․․]ν δῆμος ․․․․․․․c.18․․․․․․․ε․․οσ[․․․․․․․․․c.22․․․․․․․․․]
․․κατε̣σχηκὼς τὴν χώραν, ὅπως οἱ δικασταὶ προκ̣[ρ]ίν[ω]σι τ̣οῖς Μυλ[ασέων νόμοις καὶ]
[ὅρι]α στήσωσιν, γράψαντος δὲ καὶ τοῦ στρατηγοῦ τοῦ Ῥωμαίων [Μαάρκου Αἰμυλίου πρὸς]
[τ]ὴν ἡμετέραν πόλιν, ἵνα κριθῶμεν, καὶ πρὸς τὴν Μυλασέων πόλιν, [ἵνα ἀποστείλωσι δικασ]-
5 τήριον, καὶ τοῦ δήμου ἐξαποστείλαντος πρὸς Μυλασεῖς ἄνδρας καλ[οὺς καὶ ἀγαθοὺς ἐπὶ]
[τ]ὴν αἴτησιν τοῦ δικαστηρίου, Μυλασεῖς ἀκόλουθα πράσσοντε[ς] τῆι [ὑπαρχούσηι περὶ]
ἑαυτοὺς καλοκἀγαθίαι καὶ βουλόμενοι κατακολουθεῖν τοῖς τε ὑπὸ [τῆς συγκλήτου]
δεδογματισμένοις καὶ τῆι ἀπεσταλμένῃ πρὸς αὐτοὺς ἐπι[σ]τολ[ῆι ὑπὸ Μαάρκου]
ἐχειροτόνησαν δικαστὰς καλοὺς καὶ ἀγαθούς, οἳ καὶ ἐπελθόντες [ἐπὶ τὴν χώραν ἡ]-
10 μέρας καὶ πλείονας διήκουσαν παραχρῆμά τε ἐπὶ τῶν τόπων [καὶ μετὰ ταῦτα ἐν]
τῶι ἱερῶι τοῦ Ἀπόλλωνος τοῦ ἐμ Μυοῦντι· τῶν δὲ θεῶν μετὰ τῆς τοῦ σ[τρατηγοῦ δικαι]-
οσύνης ἐπιτεθεικότων τέλος τῆι κρίσει καὶ νενικηκότος πάλιν τοῦ δή[μου ἡμῶν τὸν δῆμον τῶν]
Πριηνέων, καθῆκόν ἐστιν τοῖς τε ἐπιγινομένοις τὰ περὶ τούτων ὑπο[δ]ε[δηλωμένα φανερὰ]
ὑπάρχειν καὶ τὸ πλῆθος εὐχάριστον φαίνεσθαι πρὸς τοὺς καλοὺς καὶ [ἀ]γαθ[οὺς τῶν ἀνδρῶν,]
15 δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπῃνῆσθαι τούς τε ἐγδίκους καὶ τοὺς ․ε[—]
ἐπὶ τῶι προθύμως προ{σ}στῆναι {²⁶προστῆναι}²⁶ ὑπὲρ τῶν τῆς πατρίδος δικαίων, [χειροτονηθῆναι δὲ]
ἄνδρα, ὃς μετὰ τοῦ ἀρχιτέκτονος Κρατίνου ἐγδώσει κα[τ]ασκευάσα[ι στήλην λευ]-
κοῦ λίθου, ἣν καὶ στησάτω πλησίον τῆς προϋπαρχούση[ς] π[ερὶ τούτ]ο[υ τοῦ πράγματος,]
καὶ ἀναγραψάτω τό τε ψήφισμα τόδε καὶ τὸ δόγμα τῆς συγκλήτου καὶ τὴν [ἐ]π[ιστ]ο[λὴν]
20 [τ]ὴν γραφεῖσαν ὑπὸ Μαάρκου πρὸς Μυλασεῖς καὶ τὸ ψήφισμα καθ’ ὃ [ἡιρέθη] Μ[υ]-
λασέων τὸ δικαστήριον καὶ τὴν Μυλασέων ἀπόκρισιν καὶ τὴν ἀπό[φασιν τῶν δικασ]-
τῶν καὶ τὰ ὀνόματα πατρόθεν τῶν τε δικαιολο[γ]ηθέντων [π]ε[ρὶ τῆς χώρας δι]κα[σ]τ̣ῶ̣ν̣
καὶ τῶν ἐγδίκων, ὁμοίως δὲ καὶ τῶν δικαστοφυλακησάντων ἀνδρῶν ἐπειδὴ πάντες τὴν
[καθ’] αὑτοὺς χρείαν παρέσχοντο μετὰ πάσης σπουδῆς καὶ προθυμίας [τῆι πόλει καὶ φιά]-
25 λην κατασκευα[σάτω] χ<αλ>κῆν, ἣν καὶ στησάτω ἐπὶ τῆς παραστάδος τῆς νοτία̣ς̣ με<τ’> ἐπιγ̣ρ̣α̣φ̣[ῆς]
τῆσδε· "ὁ δῆμος νικήσας τὸ δεύτερον Πριηνεῖς τῆι ὑπὲρ τῆς χώρας κρί[σει ἐπὶ Μυλα-
[σέ]ων δικαστηρίου, ἐγδικησάντων τῶν ὑπογεγραμμένων [ἐγδίκ]ων καὶ ε[․․․c.10․․․ τῆι] π[ατρί]-
δι καὶ Ἀρτέμιδι Λευκοφρυηνῆι" καταχρησάσθω [δὲ ὁ] χειροτονηθησόμεν[ος ἀνὴρ χρυσοῖς ἥ]-
λοις εἰς τὴν παραστάδα, ὅθεν ἂν ὁ ἀρχιτέκτ[ω]ν πα[ρα]δη[λώσηι· τὸ δὲ ἀνάλωμα τὸ εἰς]
30 ταῦτα προχορηγησάτω Παυσανίας ὁ νεωκόρος τῆς [ρ]τέμιδος τῆς Λευκο[φρυηνῆς παρ’ ἑαυτοῦ, κομι]-
σ̣άσθ̣ω̣ δὲ ἐκ τῶν ἐσομένων προσόδων ἐ[κ] τῆς ἱερᾶς χώρ[ας] πάσης τῆς [Ἀρτέμιδος ἕως]
[τ]οῦ ἀποκατασταθῆναι αὐτῶι πάντα τὰ π[ροχορηγηθ]ησόμ<ε>να [—]
[․․․․․․․․․․c.24․․․․․․․․․․]ε̣ο̣[․․․․․c.14․․․․․]ροσ․ετοι[—]
Search Help
Contact Us