Honorary decree of demos (of Teos) G[laukos] Admetou of
Magnesia (Mai.); prob. II1; found at Magnesia Mai.: *IMagnesia
97, ll. 29-47 (PH); **Holleaux, REA 3, 1901, 129 (l. 37).
[ ]
IMagn 97.29-47
29 | παρὰ τῶν αὐτῶν· |
30 | [τιμ]ο̣ύχων καὶ στρατηγῶν γνώμη· ἐπειδὴ Γ[λαῦ]- |
[κος] Ἀ̣δμήτου Μάγνης χρήσιμον καὶ φιλότιμο̣[ν ἑαυ]- | |
[τὸν] παρεχόμενος διατελεῖ κοινῆι τε τ[ῆι πό]- | |
[λε]ι καὶ ἰδίαι τῶμ πολιτῶν τοῖς ἐντυγχάν[ουσιν] | |
[αὐτ]ῶι, δεδόχθαι τῶι δήμωι· ἐπαινέσαι Γ[λαῦκον] | |
35 | [Ἀδμ]ήτου Μάγνητα ὄντα εὐεργέτην τοῦ δ[ήμου] |
[στε]φανῶσαι δὲ αὐτὸν ἐν τοῖς Διονυσ[ίοις] | |
[ὅταν] τ̣οὺς χοροὺς συντελῶμεν τῶι Διονύ[σωι] | |
[στεφ]άνωι χρυσῶι ἀρετῆς ἕνεκεν καὶ εὐνοία̣[ς ἧς ἔ]- | |
[χων δι]ατελεῖ εἰς τὸ[ν] δῆμον, τῆς δὲ ἀναγγελία[ς τού]- | |
40 | [των] ἐπιμεληθῆναι τοὺς τιμούχους, παρακαλεῖ̣[ν δὲ αὐ]- |
[τὸν] εἰς προεδρίαν καθότι καὶ τοὺς ἄλλους εὐερ- | |
[γέτας ἐ]ν τοῖς ἀγῶσιν οἷς ἡ πόλις τίθησιν, ὑπά[ρχειν] | |
[δ’ αὐτῶ]ι καὶ ἀτέλειαν καθότι καὶ τοῖς ἄ̣λ̣λ̣οις ε̣ὐ̣ερ[γέταις,] | |
[στε]φανοῦσθαι δὲ αὐτὸν καὶ καθ’ ἕκαστον ἔ[τος, ὅ]- | |
45 | [ταν τ]οὺς χοροὺς συντελῶμεν τῶι Διονύ[σωι στε]- |
[φάνω]ι χρυσῶι, τῆς δὲ ἀναγγελίας τοῦ στεφά̣[νου ἐπι]- | |
[μελεῖ]σ̣θαι τοὺς ἑκάστοτε γινομένους τιμού[χους.] |