Decree of polis of Same (on Kephallenia) accepting invitation of Magnesia Mai. to Leukophryena and honoring theoroi from Magnesia Mai., with subscribed list of cities (on Kephallenia) voting the same; IIIe/II; found at Magnesia Mai.: *IMagnesia 35.  
[ ] IMagn 35
1 [ἐπὶ] ἀρχόντων Λυκίνου τοῦ Λύκου, Φαλακρίωνος τ̣[οῦ ․c.6․․]κράτου το[ῦ]
[Εὐ]ηθίδα, γραμματέος Τίμωνος τοῦ Σωτάκου, ἱερο[ποιοῦ Φι]λ̣ίσκου τοῦ Ἀν-
[δρ]ομήδους, πρεσβευτᾶν παραγενομένων παρὰ τοῦ [δ]άμου τοῦ Μαγνήτων
[τῶ]ν ἐπὶ Μαιάνδρου, τῶν δὲ αὐτῶν ἀρχιθεώρου Σω̣σικλέος τοῦ Διοκλέ-
5 [ο]ς καὶ θεωρῶν Ἀριστοδάμου τοῦ Διοκλέος, Διοτ[ί]μου τοῦ Μηνοφίλου,
[κ]αὶ τό τε ψάφισμα ἀποδόντων καὶ ἐμφανιζόντων τάν τε τᾶς Ἀρτέμι-
[το]ς ἐπιφάνειαν καὶ τὰς γεγενημένας ὑπὸ τῶν προγόνων αὐτῶν ἐν τοὺς
[Ἕ]λλανας εὐεργεσίας καὶ ἐν τὸ ἱερὸν τὸ ἐν Δελφοῖς διά τε τῶν τοῦ θεοῦ
[χ]ρησμῶν καὶ διὰ τῶμ ποιητᾶν καὶ διὰ τῶμ ψαφισμάτων τῶν ὑπαρχόν-
10 [τ]ων αὐτοῖς παρὰ ταῖς πολίοις καλῶν τε καὶ ἐνδόξων καὶ παρακαλούντων
ἀ̣ποδέξασθαι τάν τε θυσίαν καὶ τὰν ἐκεχηρίαν καὶ τὸν ἀγῶνα, ὃν τίθεντι τᾶι Ἀρ-
τέμιτι τᾶι Λευκοφρυηνᾶι στεφανίταν ἰσοπύθιον ταῖς τιμαῖς, ἐμφανιξάντων
δὲ καὶ περὶ τᾶς οἰκειότατος τᾶς ὑπαρχούσας Μαγνήτοις ποτὶ Κεφαλλᾶνας
κατὰ τὰν συγγένειαν τὰμ Μάγνητος καὶ Κεφάλου τοῦ Δηΐονος μετὰ πάσας φιλο-
15 τιμίας· ὅπως οὖν καὶ ἁ πόλις τῶν Σαμαίων φαίνηται συναύξουσα τὰς τῶν θε-
ῶν τιμάς, καθὼς πάτριόν ἐστιν Σαμαίοις, δεδόχθαι τᾶι πόλει τῶν Σαμαίων·
ἐπαινέσαι μὲν τὸν δᾶμον τὸμ Μαγνήτων ἐπί τε τᾶι ποτὶ τοὺς θεοὺς εὐσεβείαι
καὶ ἐπὶ τᾶι ποτὶ τοὺς Σαμαίους εὐνοίαι, καὶ καλεῖν τὸν δᾶμον τὸμ Μαγνήτων
ἐμ προεδρίαν Διονυσίοις καὶ ἐν τὰν θυσίαν καὶ τὸν ἀγῶνα τοῦ Κεφάλου, ὃν τίθη-
20 τι ἁ πόλις, εὐσεβείας ἕνεκεν καὶ εὐεργεσίας τᾶς τε ἐν τὸ ἱερὸν τὸ ἐν Δελφοῖς
κ̣αὶ ἐν τοὺς ἄλλους Ἕλλανας, δέχεσθαι δὲ καὶ τὸν ἀγῶνα, ὃν τίθεντι τᾶι Ἀρτέ-
μιτι τᾶι Λευκοφρυηνᾶι στεφανίταν ἰσοπύθιον ταῖς τιμαῖς, καθὼς ἐπάγγελλον
ὅ τε ἀρχιθέωρος καὶ οἱ θεωροί, εἶμεν δὲ αὐτῶν τάν τε πόλιν καὶ τὰν χώραν ἱερὰν
καὶ ἄσυλον, καθὼς ὁ Ἀπόλλων ὁ ἐν Δελφοῖς ἀνιέρωσεν, ἀποστέλλειν δὲ καὶ θε-
25 ωροὺς ἐμ Μαγνησίαν, οἵτινες συνθυσοῦντι τὰν θυσίαν καὶ συναυξησοῦντι
τὰς τιμὰς τᾶι θεῶι, ἐπαινέσαι δὲ τόν τε ἀρχιθέωρον καὶ τοὺς θεωροὺς καὶ εἶ-
μεν προξένους καὶ εὐεργέτας τᾶς πόλιος τῶ[ν] Σαμαίων Σωσικλέα, Ἀριστόδα-
μον, Διότιμον, ἐπειδὴ διελέγ{ει}εν {²⁶διελέγεν}²⁶ τε καὶ παρε[π]εδάμησαν ἀξίως τᾶς τῶμ Μα-
γνήτων πόλιος καὶ τᾶς τῶν Σαμαίων, καὶ ὑπάρχειν αὐτοῖς πάντα τὰ φιλάνθρω-
30 πα παρὰ τᾶς πόλιος, ὅσα καὶ τοῖς λοιποῖς προξένοις καὶ εὐεργέταις, δόμεν δὲ τοῖς
θεωροῖς ἐνεκέχηρον ἀργυρίου ἡμιμναῖον καὶ ἐνέστιον οἶν, καλέσαι δὲ αὐτοὺς
καὶ ἐπὶ ξένια ἐμ πρυτανεῖον ἐπὶ τὰν κοινὰν ἑστίαν, ἑλέσθαι δὲ καὶ θεαροδόκον
τὸν ὑποδεξόμ̣ενον τὰς παραγινομένας θεωρίας παρὰ τῶμ Μαγνήτων· α̣[ἱρέ]θ̣η
[Κ]λευφάνης Σιμάκο[υ].  τὸ δὲ ψάφ[ι]σμα τοῦτο ἀναγράψαι ἐν στάλαν καὶ ἀνα[θέμε]ν
35 [τ]οὺς ἄρχοντας ἐν τᾶι ἀγορᾶι παρὰ τὸ ἱερὸν τᾶς Ἀρτέμιτος, καταχωρίξαι δὲ
καὶ ἐν τοὺς νόμους τούς τε ἄρχοντας καὶ τοὺς νομογράφους, παραπέμψαι
δὲ αὐτοὺς ἐν Ἰθάκαν.
κατὰ τὰ αὐτὰ δὲ εψηφίσαντο·
Παλεῖς, [Κ]ράνιοι, [Πρῶ]νν[οι.]
Search Help