Decree of koinon of Phokians accepting invitation of
Magnesia Mai. to Leukophryena and honoring theoroi from Magnesia
Mai.; IIIe/II; found at Magnesia Mai.: *IMagnesia 34; **Robert,
RPh 1, 1927, 114-115 (l. 33); SEG 4, 498.
[ ]
IMagn 34
| 1 | παρὰ τοῦ κοινοῦ τῶν Φωκέων· |
| ἐπε[ι]δὴ Μάγνητες οἱ ἐπὶ Μαιάνδρωι οἰκεῖοι ὄντες καὶ φι- | |
| λοι Φωκέων ψάφισμα καὶ θεωροὺς [ἀ]πεστάλκαντι Ἀπολλοφά- | |
| νην Αἰσχύλου, Εὔβουλον Ἀναξαγόρα, Λυκομήδ[η]ν Χαρι- | |
| 5 | σίου, οἵτινες παραγενόμενοι ποτὶ τὸ κοινὸν τῶμ Φωκέων |
| ἀνενεώσαντό τε τὰν διὰ προγόνων ὑπάρχουσαν οἰκειό- | |
| τατα καὶ φιλίαν ποτὶ Μάγνητας καὶ ἀπολογιξάμενοι διὰ | |
| πλειόνων τάν τε τᾶς θεᾶς Ἀρτέμιτος {τὰν} ἐπιφάνειαν τᾶς | |
| Λευκοφρυηνᾶς κὴ τὰς γεγενημένας ὑπὸ τῶμ προγόνων αὐτῶν | |
| 10 | ἐν τοὺς Ἕλλανας [εὐ]εργεσίας παρεκάλεσαν μετὰ πάσας σπουδᾶς |
| καὶ φιλοτιμίας ἀποδέξασθαι τοὺς Φωκεῖς τὸν ἀγῶνα στεφα[νί]- | |
| [ταν ἰσο]πύθιον, ὃν τίθεντι τᾶι Ἀρτέμιτι τᾶι Λε̣[υκοφρυη]ν̣[ᾶι, καὶ τὰν] | |
| πόλιν αὐ[τ]ῶν̣ [καὶ] τὰγ χώραν ἱερὰν [κ]αὶ ἄσου̣λον εἶμεν, καθότι̣ [α]ὐτοῖς | |
| καὶ ὁ θεὸς ὁ ἐν Δελφοῖς ἔχρησεν· ὅπως οὖν καὶ τὸ κοινὸν τῶμ Φωκέ- | |
| 15 | ων φαίνηται τάν τε πὸτ τὸ θεῖον εὐσέβειαν καὶ τὰς τιμὰς συναύ- |
| ξειν, καθότι αὐτοῖς πάτριόν ἐστιν, μναμονεύοντες τᾶς οἰκειότα- | |
| τος καὶ φιλίας ποτὶ Μάγνητας̣· δεδόχθαι Φωκεῦσι· ἀποδέξασθαι | |
| τὸν ἀγῶνα ὃν τίθεντι Μάγνητες τᾶι Ἀρτέμιτι τᾶι Λευκοφρυηνᾶι | |
| στεφανίταν ἰσοπύθιον, κα[ὶ] τὰμ πόλιν αὐ̣τῶγ καὶ τὰγ χώραν ἱε- | |
| 20 | ρὰν καὶ ἄσυλον εἶμεν, καθὼς κὴ [ὁ] θεὸς ἔχρησεν, καὶ τετάχθαι |
| τοῖς νικεόντοις {ἄθλοις} ἆθλα καὶ τιμὰς ἂς καὶ τοῖς τὰ Πύθια | |
| νικεόντοις, ἀποστέλλειν δὲ καὶ θεαροὺς καὶ θύειν, καθά̣περ καὶ | |
| ἐν τοὺς λοιποὺς ἀγῶνας, ὅ<κ>α παραγγέλλω[ν]τι Μάγνητες, ἐπαι- | |
| νέσαι δὲ καὶ τοὺς θεαροὺς Ἀπολλοφάνην Αἰσχύλου, Εὔβουλον | |
| 25 | Ἀναξαγόρα, Λυκομήδην Χαρισίου καὶ στεφανῶσαι αὐτοὺς δάφνα̣ς |
| στεφάνωι κατὰ τὰ πάτ̣ρια εὐσεβείας ἕνεκεν τᾶς̣ ποτὶ τὰν θεὰν | |
| καὶ τᾶς ἐν τὰμ πατρίδα φιλοτιμίας, καὶ εἶμεν αὐτ̣[οὺς] καὶ ἐκγό- | |
| νους προξένους καὶ εὐερ[γέτ]α̣ς̣ τοῦ κ̣οιν[οῦ τ]ῶ[μ Φωκέ]ων καὶ ἰσο- | |
| πολίτας κ̣αὶ ὑπάρχειν αὐτ[οῖς πάντα τὰ φιλάνθρωπα ὅσ]α καὶ | |
| 30 | [τοῖς π]ρ̣οξένοις καὶ εὐργέτ[α]ις Φωκέων, ἀναγράψαι δὲ καὶ τοὺς [Φ]ω- |
| κά̣ρχας [τ]ὸ ψάφισμ[α τ]οῦ[τ]ο ἐν στάλαι λιθίναι καὶ ἀναθεῖναι ἐ[ν] τ̣ὸ | |
| ἱερὸν τᾶς Ἀθανᾶς τᾶς Κραναίας, τὸ δὲ ἀ̣νάλωμα δόμεν τοὺς [Φ]ω- | |
| κάρχας καὶ τοὺς χρ[η]ματιστὰς τᾶς [Ἀθανᾶς,] καταχωρίξαι δὲ | |
| τοὺς ν̣ομογράφους κα[ὶ] ἐν τοὺς νόμους [τ]ὸ ψάφισμα τοῦτο, [καλέ]- | |
| 35 | σαι δὲ τοὺς Φωκάρχας καὶ ἐπὶ ξένια τοὺς θεαρούς. |