Decree of koinon of Phokians accepting invitation of Magnesia Mai. to Leukophryena and honoring theoroi from Magnesia Mai.; IIIe/II; found at Magnesia Mai.: *IMagnesia 34; **Robert, RPh 1, 1927, 114-115 (l. 33); SEG 4, 498.  
[ ] IMagn 34
1 παρὰ τοῦ κοινοῦ τῶν Φωκέων·
ἐπε[ι]δὴ Μάγνητες οἱ ἐπὶ Μαιάνδρωι οἰκεῖοι ὄντες καὶ φι-
λοι Φωκέων ψάφισμα καὶ θεωροὺς [ἀ]πεστάλκαντι Ἀπολλοφά-
νην Αἰσχύλου, Εὔβουλον Ἀναξαγόρα, Λυκομήδ[η]ν Χαρι-
5 σίου, οἵτινες παραγενόμενοι ποτὶ τὸ κοινὸν τῶμ Φωκέων
ἀνενεώσαντό τε τὰν διὰ προγόνων ὑπάρχουσαν οἰκειό-
τατα καὶ φιλίαν ποτὶ Μάγνητας καὶ ἀπολογιξάμενοι διὰ
πλειόνων τάν τε τᾶς θεᾶς Ἀρτέμιτος {τὰν} ἐπιφάνειαν τᾶς
Λευκοφρυηνᾶς κὴ τὰς γεγενημένας ὑπὸ τῶμ προγόνων αὐτῶν
10 ἐν τοὺς Ἕλλανας [εὐ]εργεσίας παρεκάλεσαν μετὰ πάσας σπουδᾶς
καὶ φιλοτιμίας ἀποδέξασθαι τοὺς Φωκεῖς τὸν ἀγῶνα στεφα[νί]-
[ταν ἰσο]πύθιον, ὃν τίθεντι τᾶι Ἀρτέμιτι τᾶι Λε̣[υκοφρυη]ν̣[ᾶι, καὶ τὰν]
πόλιν αὐ[τ]ῶν̣ [καὶ] τὰγ χώραν ἱερὰν [κ]αὶ ἄσου̣λον εἶμεν, καθότι̣ [α]ὐτοῖς
καὶ ὁ θεὸς ὁ ἐν Δελφοῖς ἔχρησεν· ὅπως οὖν καὶ τὸ κοινὸν τῶμ Φωκέ-
15 ων φαίνηται τάν τε πὸτ τὸ θεῖον εὐσέβειαν καὶ τὰς τιμὰς συναύ-
ξειν, καθότι αὐτοῖς πάτριόν ἐστιν, μναμονεύοντες τᾶς οἰκειότα-
τος καὶ φιλίας ποτὶ Μάγνητας̣· δεδόχθαι Φωκεῦσι· ἀποδέξασθαι
τὸν ἀγῶνα ὃν τίθεντι Μάγνητες τᾶι Ἀρτέμιτι τᾶι Λευκοφρυηνᾶι
στεφανίταν ἰσοπύθιον, κα[ὶ] τὰμ πόλιν αὐ̣τῶγ καὶ τὰγ χώραν ἱε-
20 ρὰν καὶ ἄσυλον εἶμεν, καθὼς κὴ [ὁ] θεὸς ἔχρησεν, καὶ τετάχθαι
τοῖς νικεόντοις {ἄθλοις} ἆθλα καὶ τιμὰς ἂς καὶ τοῖς τὰ Πύθια
νικεόντοις, ἀποστέλλειν δὲ καὶ θεαροὺς καὶ θύειν, καθά̣περ καὶ
ἐν τοὺς λοιποὺς ἀγῶνας, ὅ<κ>α παραγγέλλω[ν]τι Μάγνητες, ἐπαι-
νέσαι δὲ καὶ τοὺς θεαροὺς Ἀπολλοφάνην Αἰσχύλου, Εὔβουλον
25 Ἀναξαγόρα, Λυκομήδην Χαρισίου καὶ στεφανῶσαι αὐτοὺς δάφνα̣ς
στεφάνωι κατὰ τὰ πάτ̣ρια εὐσεβείας ἕνεκεν τᾶς̣ ποτὶ τὰν θεὰν
καὶ τᾶς ἐν τὰμ πατρίδα φιλοτιμίας, καὶ εἶμεν αὐτ̣[οὺς] καὶ ἐκγό-
νους προξένους καὶ εὐερ[γέτ]α̣ς̣ τοῦ κ̣οιν[οῦ τ][μ Φωκέ]ων καὶ ἰσο-
πολίτας κ̣αὶ ὑπάρχειν αὐτ[οῖς πάντα τὰ φιλάνθρωπα ὅσ]α καὶ
30 [τοῖς π]ρ̣οξένοις καὶ εὐργέτ[α]ις Φωκέων, ἀναγράψαι δὲ καὶ τοὺς [Φ]ω-
κά̣ρχας [τ]ὸ ψάφισμ[α τ]οῦ[τ]ο ἐν στάλαι λιθίναι καὶ ἀναθεῖναι ἐ[ν] τ̣ὸ
ἱερὸν τᾶς Ἀθανᾶς τᾶς Κραναίας, τὸ δὲ ἀ̣νάλωμα δόμεν τοὺς [Φ]ω-
κάρχας καὶ τοὺς χρ[η]ματιστὰς τᾶς [Ἀθανᾶς,] καταχωρίξαι δὲ
τοὺς ν̣ομογράφους κα[ὶ] ἐν τοὺς νόμους [τ]ὸ ψάφισμα τοῦτο, [καλέ]-
35 σαι δὲ τοὺς Φωκάρχας καὶ ἐπὶ ξένια τοὺς θεαρούς.
Search Help
Contact Us