Decree of damos [of Mytilene?] accepting invitation of Magnesia [Mai.] to Leukophryena and giving honors to Magnesia (Mai.) and to theoroi from Magnesia (Mai.), with subscribed list of cities voting same; IIIe/II; found at Magnesia Mai.: *IMagnesia 52; **Robert, REG 38, 1925, 41, note 2 (ll. 1-2); SEG 4, 500.  
[ ] IMagn 52
1 ἔγνω ὁ δᾶμος· [περὶ ὧν οἱ στράταγοι προ]-
{ε}τ̣ίθει̣σ[ι {²⁶προτίθεισι}²⁶ καὶ ἔπηλθον· ἐπειδὴ ὁ δᾶμος]
ὁ̣ Μα[γ]νήτ[ων —]
ωπ․․․ Δ̣ιονύσιο[ς Ε][—]
5 τῶ Ἀ̣γ[— ψάφισμα] ἀπέδωκ[αν ἐν ὧι ἐμφα]-
νίζοισ[ι][τι, γνόν]τ̣ες χρῆσαι ἑαυτοῖς [τὸν θεὸν]
τὸν ἐν Δέλφοισι λώϊον καὶ ἄμεινο[ν ἔμμε]-
ναι σεβομένοις Ἄρτεμιν Λευκοφρυανὰ[ν]
καὶ νομισσάντεσσι τάν τε πόλιν καὶ τὰν χ[ώ]-
10 ραν ἱρὰν καὶ ἄσυλον ἔμμεναι, ἐψαφισμένοι
ἔντι συντελείην τᾶ ἀρχαγέτιδι τᾶς πόλιος
αὐτῶν Ἀρτέμιδι Λευκοφρυανᾷ διὰ πέντε ἐ̣-
τέων θυσίαν καὶ πανάγυριν καὶ ἐκεχειρίαν κα[ὶ]
ἀ̣γ̣ῶνα στεφανίταν ἰσοπύθιον μουσικὸν καὶ
15 γυ̣μνικὸν καὶ ἱππικόν, δικαίαν ἀποδιδόντες
χάριν τᾷ εὐεργέτιδι καὶ παρακαλείοισι τὸν δᾶ-
μον φίλον ἐόντα καὶ συγγένη<ν> μετέχην τᾶν
θυσιᾶν καὶ τᾶς παναγύριος καὶ τᾶν ἐκεχει-
ρι[ᾶν,] διελέχθησαν δὲ καὶ οἱ πρεσβευταὶ ἀκο-
20 λ[ού]θως τοῖς ἐν τῶι ψαφίσματι γεγραμμένο[ισι]
τᾶς [φι]λοτιμίας οὐδὲν ἐλλείποντες· ὅπως οὖν
[ὀ δᾶ]μος φαίνηται ἐμ παντὶ καιρῶι τάν τε πρ[ὸς]
[το]ὶς θεοὶς εὐσέβειαν αὔξων καὶ τὰν πρὸς Μ[ά]-
[γ]νητας συγγένειαν καὶ φιλίαν διατηρ[έ]ων,
25 [ἀ]γ[α]θᾷ τύχᾳ δεδόχθαι τῶι δάμωι ἐπαίνε-
[σ]αι [μ]ὲν Μάγνητας ἐπὶ τᾷ εὐσε[β]είαι τᾷ πρὸς
τ̣ὸ θ[ε]ῖον καὶ ἐπὶ τᾶι εὐνοίαι τᾶι πρὸς τὰν πόλι[ν,]
δέχεσθαι δὲ παρ’ αὐτῶν ταίς τε θυσίας καὶ
τὸν ἀ̣γ̣ῶνα ἰσοπύθιον, ἔμμεναι δὲ καὶ τὰν πό-
30 λιν καὶ τὰν χώραν ἱρὰν καὶ ἄσυλον, καθά-
περ Μάγνητες ἀξίοισι, δίδωσθαι δὲ καὶ
τοῖς ἐπαγγελλόντεσσι θεώροισι πὰρ Μαγν̣[ή]-
των εἴς τε ἐναρχὰν καὶ ἐφέστιον κ[αὶ] ξ̣έ̣νια,
[ὅ]σα καὶ τοῖς τὰ Πύθια ἐπαγγελλόν[τ]εσσι[ν ἐν]
35 [ν]όμῳ γέγραπται, καὶ ἐπεί κε καθήκη ὁ ἀγὼ[ν]
[κ]αὶ ἐπαγγέλλωσι οἱ θεωροὶ οἱ παρὰ Μαγνή-
[τ]ων, χειροτονήτω ὁ δᾶμος τῶ μηννὸ[ς] τ̣ῶ
[Ὀ]ρφείωι τᾷ ὀκτωκαιδεκάτᾳ θεωροὶς δ[ύο ἐξ]
[ἁ]πάντων τ<ῶ>ν πολιτᾶν, δόμεναι δὲ καὶ ὅδ[ι]-
40 [ον] τοῖς πρεβεύταισι τὰ ἐν νόμωι διακό̣[σια.]
[κ]ατὰ τὰ αὐτὰ δὲ ἐψηφίσαν[το·]
[Μη]θυμναῖοι, Ἀντισσαῖοι.
Search Help