Decree of koinon of Messenians accepting invitation of Magnesia Mai. to Leukophryena and giving honors to presbeutai from Magnesia Mai.; IIIe/II; found at Magnesia Mai.: *IMagnesia 43; **Holleaux, REA 3, 1901, 123 (ll. 21-22).  
[ ] IMagn 43
1 παρὰ Μεσσηνίων·
ἐπειδὴ παραγενόμενοι πρεσβευταὶ παρὰ Μαγνήτων
τῶν ἐπὶ Μαιάνδρου Φιλίσκος Πυθαγόρου, Κόνων Διο-
νυσίου, Λάμπετος Πυθαγόρου ἐνεφάνιζον τάν τε οἰ-
5 κειότατα καὶ τὰν φιλίαν τὰν προϋπάρχουσαν ποτὶ τὸ
κοινὸν τῶμ Μεσσανίων καὶ ἀπέδωκαν τὸ ψάφισμα, ἐ-
[ν] ὧι κατεκεχώριστο ὁ χρησμὸς ὁ γενόμενος ὑπὸ τοῦ
Ἀπόλλωνος τοῦ ἐν Δελφοῖς, λώϊον εἶμεν καὶ ἄμεινον
τοῖς σεβομένοις Ἄρτεμιν Λευκοφρυηνὰν καὶ τὰν πόλιν
10 καὶ τὰν χώραν ἱερὰν καὶ ἄσυλον νομίζοντι, κα[ὶ π]ε̣ρὶ
τῶν λοιπῶν πάντων διαλεχθέντων, καθὰ εἶ[χον]
τὰς ἐντολὰς παρὰ τᾶς ἰδίας πόλεως ἁρμοζό[ν]τ[ως τοῖ]ς
ἐν τῶι ψαφίσματι καταγεγραμμένοις, ἐνεφά[νιζον]
δὲ καὶ τὰν τᾶς θεᾶς ἐπιφάνειαν καὶ τὰς γεγενημέ-
15 νας ὑπὸ τῶν προγόνων ἐς τοὺς Ἕλλανας εὐχρηστίας,
καὶ παρακαλούντων, ὅπως ἀποδέξηται τὸ κοινὸ[ν τῶμ]
Μεσσανίων τὰν πανάγυριν καὶ ἐκεχειρία̣ν̣ κ̣[αὶ τὸν ἀγῶ]-
να στεφανίταν ἰσοπύθιον τόν τε μ[ουσικὸν καὶ γυ]-
μ̣ν̣ι̣κ̣ὸ̣ν̣ καὶ ἱππικόν, ὃν τίθητι τ[ᾶι Ἀρτέμιτι τᾶι Λευκο]-
20 [φρυηνᾶι ὁ δᾶ]μος τῶμ Μαγν[ήτων, καὶ τὰν πόλιν καὶ
[τὰν χώραν αὐτῶ]ν ἱερὰν καὶ ἄ[συλον εἶμεν· ἐπεὶ οὖν τοῖς]
[Μεσσανίοις πάτ]ριόν ἐστι μάλ[ιστα μὲν τὰς τῶν θεῶν]
[τιμὰς συναύξειν, ἔπειτα δὲ καὶ τοὺς συγγενέας καὶ]
[φίλους —]
25 [—]ι̣ καὶ το[—]
[δέχεσθαι τὰ]ς [θυσίας] τᾶς Ἀρτέμι̣τ̣ος τᾶς [Λευκο]-
[φρυηνᾶς καὶ τὰ]ν ἐκεχ̣[ειρί]αν καὶ τοὺς ἀγῶνας στ̣[εφα]-
[νίτας ἰσ]ο[π]υθίως τόν τε μουσικὸν καὶ γυμνικὸν κα̣[ὶ̣]
[ἱππικόν, οὓ]ς ποιόντι οἱ Μάγνητες, καθὼς ὁ θεὸς ἔχρησε[ν·]
30 [τοῖς δὲ θε]αροῖς τοῖς ἐπαγγελλόντοις τὰν θυσίαν καὶ ἐκε-
[χειρίαν] τᾶς Ἀρτέμιτος τᾶς Λευκοφρυηνᾶς δόντων οἱ
ταμίαι, ὅσα καὶ τοῖς τὰ Πύθια ἐπαγγελλόντοις.
Search Help
Contact Us