Decree of [Megalopolis (Arkadia)] accepting invitation of Magnesia Mai. to Leukophryena and honoring theoroi from Magnesia Mai., with subscribed list of Arcadian cities, voting likewise; IIIe/II; found at Magnesia Mai.: *IMagnesia 38; Syll2 258; **Wilhelm, JÖAI 4, 1901 Beibl. 25 (l. 8); **Syll3 559 (ll. 10, 13, 23, 25, 45); Laqueur, Epigr. Untersuch. 33 (non vidi); **SEG 4, 499 (l. 1); Maier, Mauerbauinschr. I no. 34 (PH) (non vidi); SEG 19, 662.  
[ ] IMagn 38
1 πρεσβευτᾶν καὶ θεα̣[ρῶν π]α̣[ρ]α̣γεγο[νότων] π[αρὰ τᾶς πόλιος?]
τῶμ Μαγνήτων τῶν ἐπὶ Μαιάνδρου, Φιλίσκ[ωι τῶι Πυθα]-
γόρωι, Κόνωνος τῶι Διονυσίωι, Λαμπέτωι τῶ[ι Πυθαγό]-
ραι καὶ ἀποδόντων τὸ ψάφισμα, ἰν οἷ κατακεχ[ώριστο]
5 ὁ χρησμὸς ὁ γεγονὼς ὑπὸ τοῖ Ἀπόλλωνι τοῖ ἰν Δε[λφοῖς,]
λώϊον ἶμεν καὶ ἄμεινον τοῖς σεβομένοις Ἄρτεμιν
Λευκοφρυηνὰν καὶ τὰν πόλιν καὶ τὰν χώραν ἱερὰν καὶ
ἄσυλον νομίζοσιν καὶ περὶ τῶν λοιπῶν πάν<τω>ν δια-
λεχθέσσι, καθὰ εἶχον τὰς ἰντολὰς παρὰ τᾶι ἰδίαι πό-
10 λι <κ>αὶ ἁρμοζόντ<ω>ς τοῖς ἰν τοῖ{ς} ψαφίσματι γεγραμ-
μένοις, ἰνιφάνιζον δὲ καὶ τὰν τᾶς θεᾶς ἐπιφάνειαν
καὶ τὰν γεγ̣ονῶσαν ὑπὸ τοῖς προγόνοις ἰν̣ τοὶς Ἕλλα-
νας εὐχρηστία<ν> καὶ παρακαλέντω<ν> ὡς ἀποδέχη-
ται ἁ πόλις τὰν πανάγυριν καὶ ἐκεχειρίαν καὶ τὸν ἀγῶ-
15 να στεφανίταν ἰσοπύθι[ο]ν τόν τε μου[σικ]ὸν καὶ γυμνι-
κὸν καὶ ἱππικόν, τὸν τιθεῖ τᾶι Ἀρ̣τέμιδι τᾶι Λευκοφρυηνᾶι
ὁ δᾶμος τῶμ Μαγνήτων, καὶ τὰν πόλιν καὶ τὰν χώραν
αὐτῶν ἱερὰν καὶ ἄσυλον εἶναι, τᾶι δὲ πόλι τᾶι ἁμετέραι
πάτριόν ἐστιν μάλιστα μὲν τὰς τᾶν θεᾶν τιμὰς συν[α]ύ-
20 ξειν, ἔπειτα δὲ καὶ τοὺς συγγενέας καὶ φίλος ἀντευερ-
γετῆν ἰν τὸ ἀπροφασίστος φαίνεσθαι εἶναι φίλος πρὸς
πάντας τὸς καὶ ἁμὲ ἐαρημένος, τῶν δὲ Μαγνήτων τῶν
ἀπὸ Μαιάνδροι ἐκ παλαιῶν μὲν χρόνω<ν> ἐχόντ<ων> εὐνόως
πρὸς ἄμμε, συμφανὲς δὲ ποιησάντων τὰν ἔχοιεν ἐκτέ-
25 νειαν καὶ αἵρεσιν, ἁνάκα παρεγέν<ον>το πὸς αὐτὸς πρεσβεύ-
οντες Πρόξενος, Ἆγις, Ἀριστοπάμων· εὐνόως τε γὰρ ποσ[ε]-
δέξαντο οἱ Μάγνητες καὶ ἔδωκαν ἰν τὸν τειχισμὸν τᾶς
πόλιος Δαρεεικὸς τριακοσίος, τὸς ἐκόμισεν Ἀγαμήσ-
τωρ, διὸ ἁ πόλις μεμναμένα τᾶς τε συγγενείας καὶ
30 φιλίας καὶ πάντων τῶν γεγονότων εὐγνωμό-
νων ὑπὸ τᾶι πόλι τᾶι Μαγνήτων ἀποδέχεται τὰ[ς]
θυσίας τᾶς Ἀρτέμιδος τᾶς Λευκοφρυηνᾶς καὶ τὰν ἐκε-
χηρίαν καὶ τὸς ἀγῶνας στεφανίτας ἰσοπυθίος τόν τε
μουσικὸν καὶ γυμνικὸν καὶ ἱππικόν, τὸν ποίενσι οἱ Μά-
35 γνητες, δικαίαν ἀποδιδόντες χάριν τᾶι εὐεργέτιδι καὶ
καθαγεμόνι τᾶς πόλιος, καὶ τὰν πόλιν καὶ τὰν χώραν
εἶναι αὐτῶν ἰεράν, καθὼς ὁ θεὸς ἔχρησεν καὶ ἀξίοσι[ν]
οἱ παραγεγονότες πρεσβευταὶ καὶ θεωροί· τοῖς θεωροῖς
τοῖς ἐπαγγέλλοσι τὰν θυσίαν καὶ ἐκεχηρίαν τᾶς Ἀρτέ-
40 μιδος τᾶς Λευκοφρυηνᾶς δότω Σθενόλας ὁ ταμίας
[․․․․․․․․c.20․․․․․․․․] σ̣υμφόροις ἰνίσ[τιον,] καὶ τὰ
[ἰν τοῖς ν]όμο[ις γεγρα]μ̣μένα ἦν δίδοσθαι, τὰ ἴσα γρα-
[ψάτω ἰν τ]ὰν θεωρίαν, ἰν δὲ τὸ λοιπὸν τί δεῖ δίδοσθαι
ταινὶ τᾶι θεαρίαι ἰνίσ[τ]ιον̣ ἐ̣ν̣εκέχειρον,
45 οἱ νομογράφοι οἱ ἰν τᾶι ἐπὶ Λυκίν[ωι] ἐτείαι γράψαν-
τες ἐπιδειξάντων τᾶι πόλει, ὡς οἱ πολῖται βωλεύ-
σανται περὶ τοινί· χωρασάντων δὲ οἱ νομογράφοι
ἰν τὸις νόμος καὶ ταννὺν τὰ[ν ἐ]κ̣εχειρίαν, καὶ τὸς
ἀγῶνας τοσνὺν γραψάντων πὸς τ̣ὸς ἄλλος
50 στεφανίτας, ὡς συμφανὲς γίνητα[ι τ]οῖς Μάγνη-
σιν, ὅτι ἁ πόλις τάς τε τῶν θεῶν θυσίας̣ συναύξει
καὶ τὰ ὑπὸ τοῖς συγγενέσι καὶ φίλοις καὶ [εὐ]νοίοις
ἀξιωμένα ὑπακούει· θεαροδόκος κατεστάθη
Νικήρατος Ἀρκεσίλου· ἐδόθη τοῖς θεαροῖς ἐπὶ
55 τὰν κοινὰν ἱστίαν τᾶς πόλιος θῦσαι οἶς και τᾶι
θεοῖ ὅσον καὶ αὐτοὶ διδοῦσι καὶ ξένια τοῖς θεαροῖς
τὰ ἐκ τῶν νόμων αὐθαμέραν.
ἀκολούθως δὲ ἔδοξεν ψηφίσασθαι
καὶ τοῖς ἄλλοις vacat Ἀρκάσιν·
1.60 Τεγεάταις
Μεθυδριεῦσιν
Στυμφαλίοις
Κλειτορίοις
Πελλανεῦσιν
65 Ἡραιεῦσιν
Ψωφιδίοις
Θελφουσίοις
Λουσιάταις
2.60 Ὀρχομενίοις
Καφυιεῦσιν
Φλεασίοις
Φενεάταις
Φιαλεῦσιν
65 Ἀλεάταις
Κυναιθεῦσιν
Καρυννεῦσιν
Τριταιεῦσιν.
Search Help