(Forged) decree of koinon of Cretans approving settlement of Magnesia (Mai.); inscribed IIIe/II; found at Magnesia Mai.: Kern, Gründungsgeschichte p. 14 (non vidi); Michel 438; Sakolowski, Mythogr. gr. II 1 p. xxiv; *IMagnesia 20.  
[ ] IMagn 20
1 πα[ρ]ὰ τοῦ κοινοῦ τῶν Κρητῶν·
[ἔ]δοξεν Κ[ρ]η̣ταιέων τῶι κοινῶι συνελ-
[θ]ουσᾶν [τ]ᾶμ πολίων πασᾶν ἐς Βίλκω-
να ἐς τὸ ἱε[ρ]ὸν τῶ Ἀπέλλωνος τῶ Βιλ-
5 κωνίω, ἁγουμένων Γορτυνίων ἐπὶ
κόσμω{ι} Κύδαντος τῶ Κυννίω· ἐπει-
δὴ Μάγνητες οἰκεῖοί ἐντι καὶ φίλοι Κρη-
ταιέων πάντων, ἔδοξεν δέ τισιν αὐ-
τῶν ἐς τὰν Ἀσίαν ἀποικίαν στείλασθαι̣,
10 ὑπάρχειν Μάγνησιν πᾶσιν οἰκειότατα
καὶ φιλίαν ἀγήρατον καὶ ἐμ πρυτανεί-
ωι σίτησιν, καὶ εἰσάγουσιν καὶ ἐξάγουσιν ἀτέ-
λειαν εἶμεν ἀσυλεὶ καὶ ἀσπονδεὶ κατὰ πᾶ-
σαγ Κρήταγ καὶ ἔγκτησιν καὶ πολιτείαν,
15 δόμεν δὲ αὐτοῖς ἀποπλέουσιν ἑκάστα[μ]
πόλιν ἀργυρίω τέσσαρα τάλαντα κα[ὶ σῖ]-
τομ πεπονημένον καὶ ἱερεῖα ὅσ’ ἂν θέ[λω]-
[σ]ι̣ν̣ [α]ὐ̣[τ]οὶ εἰς θυσίαν, [π]ροπέμψαι [δὲ]
αὐτοὺς μέχρι εἰς τὰν Ἀσίαν ταῖς μακραῖς
20 ναυσὶν καὶ συμπέμψαι αὐτοῖς τοξό-
τας εἰς πεντακοσίους ἄνδρας, προ-
πέμψαι δὲ καὶ ἀσπάσασθαι αὐτοὺς καὶ
ἄνδρας καὶ παῖδας καὶ γυναῖκας καθ’ ἁ-
λικίαν καὶ τοὺς ἱερεῖς καὶ τὰς ἱερείας·
25 τὸ δὲ ψάφισμα τόδε εἰστάλαν λιθίναν
ἀναγράψαντας ἀναθέμεν εἰς τὸ ἱερὸν τῶ
[πέλ]λ̣ωνος τῶ Βιλκωνίω, δόμεν δὲ καὶ Λευ-
[κίππωι τ]ῶ̣ι̣ Λυκίωι τῶι καθαγεμόνι γενομένωι εἰς τὰν Ἀσί-
[αν Κρήτα]ς πάσας πόλεις ἀργυρίω τάλαντον· τὸ δὲ ψά-
30 [φισμα τ]ὸ ἐπὶ ἱερέως Ἀγαιμένιος τ̣ῶ Λ̣μ]παίω [—]
Search Help
Contact Us