Decree of demos of (no name) (Kos?) accepting invitation of Magnesia (Mai.) to [Leukophryena] and giving honors to envoys from Magnesia Mai.; IIIe/II; found at Magnesia Mai.: *IMagnesia 57 + p. 295; **Wilhelm, JÖAI 4, 1901 Beibl. 29-30 (ll. 28, 30).  
[ ] IMagn 57 + p. 295
See also:
1 [— ἐπειδὴ Μάγ]νη̣τ[ες]
[— φίλοι] καὶ οἰκ[εῖοί εἰ]-
σ[ι]ν̣ [—] προα̣ι̣]-
ρεύμ[ενοι αὔξειν τὰς τιμὰς τᾶς] Ἀρτέμι-
5 τος τᾶ[ς Λευκοφρυανᾶς ψάφισμα] ἀ̣[πο]στεί-
λαντες [καθότι ἐψαφισμένοι εἰσ]ὶ̣ν διὰ πέν-
τε ἐτέω[ν συντελεῖν θ]υσίαν καὶ πανάγ[υ]-
ριν καὶ ἐκ[εχειρίαν κα]ὶ ἀγῶνα μουσι[κόν]
τε καὶ γυμνι[κὸν καὶ ἱ]π̣πικὸν ἰσοπυθίαι[ς τιμαῖς]
10 [π]αρακαλ[ε]ῦν[τι τὸ]ν̣ δᾶμον μετέχ̣ειν τῶν
συντελευμέ[νω]ν καὶ ἀποδεξάμενον τὰ
ἀ̣ξ̣ι̣ο̣ύμενα συ[να]ύξειν τὰς ἐψαφισμέ̣ν̣ας
τιμὰς τᾶι θε[ῶι, δ]ιελέγεν δὲ καὶ τοὶ ἀπο-
στ[α]λέ̣ν̣τε[ς] π[αρ’] αὐτῶν Λάμπων, Διαγό-
15 ρας̣, Πυ[θ][δ]ημ[o]ς ἐπελθόντες ἐ̣πὶ τὰν βου-
λ̣ὰ̣ν̣ καὶ τὸν δᾶμ̣[ο]ν ἀκολούθως τοῖς ἐν τῶι
ψαφ̣ίσ[μα]τι γε[γρ]αμμένοις· ὅπως οὖν καὶ
ἁ τοῦ δάμου π[ρ]ο̣αί<ρε>σις ἃν ἔχει ἐμ̣ παντὶ
κα̣ιρῶι [πο]τί τε [τὸ] θ̣εῖον κ̣αὶ π̣οτὶ Μάγνη̣τας
20 [φα]νερ̣ὰ γίνητ̣α̣[ι, τ]ύχαι τ[ᾶι] ἀγαθᾶι δε[δ]ό-
[χθα]ι ἀ[π]οκρί[νασθ]αι α[ὐ]τοῖς, ὅτι ὁ δᾶμος ἔν τε
τῶι πρότερον χ̣ρ̣[ό]νωι τὰν πᾶσαν σπουδὰν
[καὶ προθυ]μ̣[ίαν ἐ]π̣οιεῖτο ὑπερ ὧν ἐπέστει-
[λαν Μάγνητες κ]α̣ὶ νῦν τὰν αὐτὰν αἵρεσι[ν]
25 [ἔχων ἀ]π[οδέχετ]αι τάν τε ἀσυλίαν καὶ τὸν
[ἀγῶνα καὶ τὰν θυσί]αν· ὅπως δὲ καὶ θεωρία καὶ
[θυσία ἀπ]οστέ[λλ]ηται τᾶι θεᾶι ὑπὲρ τοῦ δά[μ]ου,
[ἐκ]κ̣λ̣[η]σία α[ἱ]ρεί[σ]θω θεωροὺς ἐκ πάντων τρ̣εῖς.  οἱ <δὲ ταμίαι>?
[ἐ]ν [ὧι κα χ]ρόνωι σ̣υ̣ντελῶντι Μάγνητες τὰν
30 [θυσίαν,] τελεύντων τοῖς αἱρεθεῖσι ἐπὶ μὲ̣ν
τὰ̣[ν θεωρ]ί̣αν δραχμὰς τριακοσίας καὶ μισ-
θὸ̣ν̣ [τὸν ε]ἰς πο․․ον ἁμερᾶν τριάκοντα
[․c.5․ τετ]α̣γμέν[ον· π]ε̣ρὶ δὲ τῶν ἄθλων καὶ τᾶν
τιμᾶν ὅπως [δο]θ̣ῆ̣ι τοῖς νικῶσιν τὸν ἀγῶ-
35 να, οἱ ἄνδ̣ρες [ο]ἱ α̣ἱρ[εύμ]ενοι ἐπὶ τὰν διοί[κη]-
[σιν] τᾶς πόλι[ος π]ρ̣ο̣νο̣[είσθων] δὲ οἱ ἐκ τῶ[ν]
π̣α̣ρ̣[․․․․․․c.16․․․․․․ γ]ράψαντες εἰς
[τοὺς νόμους· τοὺς δὲ παραγενο]μένους παρὰ
Μαγνήτω[ν] κ[αλέσαι] ἐ̣π̣ὶ̣ [ξέν]ια [ἐ]ις τὸ πρ[υ]-
40 τανεῖο[ν.]
Search Help
Contact Us