Decree of boule and demos of [Klazomenai] accepting invitation of Magnesia [Mai.] to Leukophryena and giving honors to Magnesia (Mai.) and theoroi from Magnesia (Mai.), with list subscribed of cities voting likewise; IIIe/II; found at Magnesia Mai.: *IMagnesia 53; IErythrai 507.  
[ ] IMagn 53
1 [ἔδοξεν τῶι δήμωι· γνώμη τῶν πολ]ε̣μά̣ρχ[ω]ν καὶ τ̣ῶν σ̣[τρα]τ̣[η]-
[γῶν —] πρ̣[ὸς τ]ὴν [ἐκκλ]ησ[ίαν]
[—]φ․ντες [ψ]ήφισμα ἀ․․6․․․
[— χρήσαντος τοῦ Ἀπόλλω]ν[ος] λώϊον εἶνα̣ι̣ κ̣[αὶ]
5 [ἄμεινον τοῖς σεβομέν]οις Ἄ[ρτεμιν Λε]υκο[φ]ρυηνὴν καὶ τὴν πόλ̣ι̣ν̣
[καὶ τὴν χώραν αὐτῶν] ἱερὰν [κ]αὶ [ἄσ]υλον νομίζουσιν, ὁ δῆμ[ο]ς ἐ[ψήφι]-
[σται συντελεῖν] τ̣ῆ̣[ι ἀ]ρχηγέτιδι τ̣[ῆς] πόλε[ω]ς Ἀρτ[έ]μ̣ιδι Λευκο-
φρυ[ην]ῆι̣ διὰ π[έ]ν[τ]ε ἐτῶν θυσίαν καὶ πα[ν]ήγυρ[ι]ν καὶ ἐ[κε]χειρίαν [καὶ]
ἀγῶνα στεφανίτην ἰσοπύθιον μουσικόν τ̣ε καὶ [γυ]μνικὸν [κ]αὶ
10 ἱπ[π]ικ[όν], δικαίαν ἀπο̣διδοὺς χάριν τῆι εὐε[ρ]γέτιδι, βούλεσθαι δὲ
καὶ τοὺς οἰκείους <κ>αὶ φίλ[ο]υς τοῦ δήμου με[τ]έχ[ε]ιν τ[ῶν] συντε-
λουμένω̣ν θυσιῶν γενομέ̣νης αὐτοῖς ἐ<π>αγγελίας π[ερὶ] τού-
των, καὶ ἀξιοῦσιν ἡμᾶς ἀποδέξασθαί τε καὶ συναύξει[ν] τὰς ἐψη-
φισμένας τιμὰς τῆι θεᾶι· κατ̣ακολουθήσα[ν]τας γὰρ τοῖς ἀξιου-
15 μένοις ἀκόλουθα πράξε[ι]ν ταῖ[ς τ]οῦ θεοῦ μαντείαις καὶ χαριεῖσ-
θαι τῶι δήμωι· ἐπελθόντες δὲ καὶ οἱ αἱρεθέντες ἄνδρες ὑπὸ Μα-
γνήτων περὶ τῆς ἐπαγγελίας τοῦ ἀγῶνος Διομέδων Διονυσί-
ου, Νέαιθος Νεαίθου, Μενεκράτης Πολυάρκου καὶ ἀπολογισά-
[με]νοι τήν τε τῆς θεᾶς ἐπιφάνειαν καὶ περὶ τῶν συνηντημένων
20 [ὑ]πὸ Μαγνήτω̣[ν] εἰς τοὺς Ἕλληνας εὐχαρίστων παρεκάλουν συν-
[ε]πι[λ]αβέσθαι τῆς τοῦ δήμου σπουδῆς καὶ φιλοτιμίας ἀκολούθως
[τ]οῖς προϋπάρχουσιν πρὸς αὑτὰς ταῖς πόλεσιν διὰ προγόνων φιλαν-
[θρώ]π[οι]ς, ἀγαθῆι τύχηι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι·
[ἐπαινέ]σαι μὲν τὸν δῆμον τὸν Μαγνήτων ἐπί τε τῆι πρὸς τοὺς
25 [θ]εοὺς [εὐ]σεβείαι καὶ φιλοδοξίαι καὶ τῆι πρὸς τὸν δῆμον εὐνοί-
αι, ἐπαιν̣έσαι δὲ καὶ τοὺς πεμφθέντας ὑπὸ Μαγνήτων Διομέ-
δοντα, Νέαιθον, Μ̣ενεκράτην ἐπὶ τῶι διαλεγῆναι περὶ ἑκάστων
μετὰ πάσης προθυμίας ἀξίως τῶν πόλεων ἀμφοτέρων καὶ
στεφανῶσαι τὸν μὲν δῆμον τὸν Μαγνήτων χρυσῶι στεφάνωι,
30 τοὺς δὲ ἀποσταλέντας στεφάνωι θαλλοῦ, τῆς δὲ ἀναγγ̣ελίας
[τ]ῶν στεφάνων ἐπιμεληθῆναι τὸν ἀγωνοθέτην τοῖς πρώτοις
Δ[ι]ονυσίοις ἐν τῶι θεάτρωι μετὰ τὰς σπονδάς, ἀπο̣δ̣εδέχθαι δὲ καὶ
τ[ὸν] ἀγῶνα τὸν συντελο[ύμ]ενον ὐπὸ Μαγνήτων τῆι Ἀρτέμιδι καθά-
περ ἠξιώκασιν Μάγνητες, [κ]αὶ τὴν πόλι[ν] αὐτῶν καὶ τὴν χώραν ἱε-
35 [ρ]ὰν καὶ ἄσυλον ἀκολούθω[ς] τῆι τοῦ θεοῦ μαντεί[α]ι ἐπὶ σωτηρίαι
τῆ[ς τε] πόλεως τῆς ἡμετέρας καὶ τοῦ δήμου τοῦ Μαγνήτων, καὶ
[π][ρχειν τ]οῖς ἀγωνισαμένοις τῶν πολιτῶν καὶ νικήσασιν τὰ
ἐκ τῶν ν̣ό̣[μων] ἆθλα καὶ τὰς τιμὰς [κα]θ[άπ]ερ καὶ τοῖς νι[κ]ήσασιν
τὰ Πύθ]α, δ[ίδοσ]θαι δὲ καὶ τοῖς θεω[ρ]οῖς τοῖς ἑκάστοτε πορευομέ-
40 νοις ἐπὶ τὰς [ἐπα]γγελίας τὰς ἀπαρ[χ]ὰς καὶ τὰ ξένια καθάπερ
καὶ τοῖς τὰ Πύθα ἐ]π̣αγγέλλ̣ουσιν δί[δ]οται· ἵνα δὲ καὶ τῆς προσ-
[η]κο[ύσης] ἐπιμελ[είας] τυγχάνω[σ]ι[ν], ἀποδεῖξαι θεω[ρο]δό[κον· τ][ν] τ̣ι̣
[—]το τοῦ δήμο[υ —]
[—]
45 ․․υς, [τῆς δὲ ἀποσ]τολῆς? [—]
ἐπαγγέ[λλε]ιν τὸ[ν] ἀγῶ[να,] ἀποκρίνα[σ]θαι δὲ Μά-
γνησιν [ὅτι] ὁ δῆμος παρηκολ̣ουθηκὼς τούς τε προγ[ό]-
νους α[ὐτ]ῶν ἕ[νεκ]εν εὐφημί[α]ς καὶ δόξης εἰς ἅπαν
τὸ συμφέρο[ν] τ[αῖ]ς δεηθείσαις τῶν πόλεων ἐπιδεδω-
50 κότας ἑαυτοὺς προθύμως καὶ πολλοὺς καὶ μεγά-
λους ἀγῶνας ἠγωνισμένο<υ>ς δ[ιὰ] τὸ διειλη[φέ]ναι
καλὸν εἶ̣ν̣αι καὶ τίμιον τὰς παρὰ τοῖς πολλο̣ῖς ἀπο-
κειμέ[νας] αὐτοῖς εὐεργεσίας, κε[ί]νοις τε ἀξ[ί]ως
προσε[φέρε]το ἐν ἑκάστοις τῶν καιρῶν, καὶ νῦν θεω-
55 ρῶν Μά̣[γ]νητας καὶ αὐτοὺς ἀκόλουθα πράσσοντας
τῆι τῶν̣ [πρ]ογόνων αἱρέσει καὶ εὐσεβῶς ἔχοντας
καὶ φιλ̣[οδό]ξ[ω]ς πρὸς τὸ θεῖον, ἔν τε τῶι παρόντι
ἀποδέ[χε]τ[αι] τὰ τίμια βουλόμενος ἐ[πι]φανεῖς κα-
[θι]στάναι τὰς [τῆ]ς θεᾶς τιμάς, καὶ ἐπαινεῖ Μάγνη-
60 τας καλὴν καὶ πρέπουσαν ὁρῶν αὐτοὺς ἀπόδει-
ξιν ποιουμένους τῆς περὶ τὰ μέγιστα σπουδῆς,
καὶ εἰς τὸ λο[ι]πὸ[ν] δ̣ὲ ὁ δῆμος μεμνημένος τῶν
προϋπαρχόντων α[ὐ]τῶι πρὸς Μάγνητας οἰκείων
καὶ φιλανθρώπων ἀπαράκλητος ἑαυτὸν ἐπιδώσει
65 καὶ οὐθενὸς ἀποστήσεται̣ τῶν ἀνηκόντων τῆι πό-
λει τῆι Μαγνήτων πρὸς τιμὴν ἢ χάριτος ἀπόδοσιν·
πέμψαι δὲ καὶ ξένια παρὰ τοῦ δήμου Διομέδοντι
καὶ Νεαίθωι κα[ὶ Μ]ε[ν]εκράτει, τῆς δὲ ἀποστολῆς
τῶν ξενίων ἐπιμεληθῆναι τοὺς στρατηγοὺς
70 καὶ τοὺς πολεμάρχας καὶ τὸν ταμίαν, τὸ δὲ ἀνά-
λωμα δοῦναι τὸν ταμίαν ἐκ τῆς διοικήσεως, τὸ
δὲ ψήφ[ισ]μα ἀναγραψάτωσαν οἱ ἐξετασταί.  θεωρο-
δόκο[ς ἡι]ρέ[θη Ἑρ]μησίλοχος Ἑρμησιλόχου.
ὁμοίως δ[ὲ ἀπεδ]έξαντο·
1.75 Κολοφώνιο[ι οἱ τὴν]
ἀρχαίαν πόλ[ιν οἰ]-
[κ]οῦντες
Κολοφώνιοι ἀ̣[πὸ]
θαλάσσης
80 Ἐφέσιοι
Πριηνεῖς
Σάμιοι
[—]
2.75 Τήϊοι
Χῖοι
Ἐρυ̣θ̣ραῖοι
Φωκαιεῖς
Π̣τολεμαιεῖς οἱ
80 πρότερον καλού-
μενοι Λεβέδιοι
[Σμ]υρναῖοι
[—]
Search Help
Contact Us