Decree of boule and demos of [Klazomenai] accepting
invitation of Magnesia [Mai.] to Leukophryena and giving honors
to Magnesia (Mai.) and theoroi from Magnesia (Mai.), with list
subscribed of cities voting likewise; IIIe/II; found at Magnesia
Mai.: *IMagnesia 53; IErythrai 507.
[ ]
IMagn 53
| 1 | [ἔδοξεν τῶι δήμωι· γνώμη τῶν πολ]ε̣μά̣ρχ[ω]ν καὶ τ̣ῶν σ̣[τρα]τ̣[η]- |
| [γῶν —] πρ̣[ὸς τ]ὴν [ἐκκλ]ησ[ίαν] | |
| [—]φ․ντες [ψ]ήφισμα ἀ․․6․․․ | |
| [— χρήσαντος τοῦ Ἀπόλλω]ν[ος] λώϊον εἶνα̣ι̣ κ̣[αὶ] | |
| 5 | [ἄμεινον τοῖς σεβομέν]οις Ἄ[ρτεμιν Λε]υκο[φ]ρυηνὴν καὶ τὴν πόλ̣ι̣ν̣ |
| [καὶ τὴν χώραν αὐτῶν] ἱερὰν [κ]αὶ [ἄσ]υλον νομίζουσιν, ὁ δῆμ[ο]ς ἐ[ψήφι]- | |
| [σται συντελεῖν] τ̣ῆ̣[ι ἀ]ρχηγέτιδι τ̣[ῆς] πόλε[ω]ς Ἀρτ[έ]μ̣ιδι Λευκο- | |
| φρυ[ην]ῆι̣ διὰ π[έ]ν[τ]ε ἐτῶν θυσίαν καὶ πα[ν]ήγυρ[ι]ν καὶ ἐ[κε]χειρίαν [καὶ] | |
| ἀγῶνα στεφανίτην ἰσοπύθιον μουσικόν τ̣ε καὶ [γυ]μνικὸν [κ]αὶ | |
| 10 | ἱπ[π]ικ[όν], δικαίαν ἀπο̣διδοὺς χάριν τῆι εὐε[ρ]γέτιδι, βούλεσθαι δὲ |
| καὶ τοὺς οἰκείους <κ>αὶ φίλ[ο]υς τοῦ δήμου με[τ]έχ[ε]ιν τ[ῶν] συντε- | |
| λουμένω̣ν θυσιῶν γενομέ̣νης αὐτοῖς ἐ<π>αγγελίας π[ερὶ] τού- | |
| των, καὶ ἀξιοῦσιν ἡμᾶς ἀποδέξασθαί τε καὶ συναύξει[ν] τὰς ἐψη- | |
| φισμένας τιμὰς τῆι θεᾶι· κατ̣ακολουθήσα[ν]τας γὰρ τοῖς ἀξιου- | |
| 15 | μένοις ἀκόλουθα πράξε[ι]ν ταῖ[ς τ]οῦ θεοῦ μαντείαις καὶ χαριεῖσ- |
| θαι τῶι δήμωι· ἐπελθόντες δὲ καὶ οἱ αἱρεθέντες ἄνδρες ὑπὸ Μα- | |
| γνήτων περὶ τῆς ἐπαγγελίας τοῦ ἀγῶνος Διομέδων Διονυσί- | |
| ου, Νέαιθος Νεαίθου, Μενεκράτης Πολυάρκου καὶ ἀπολογισά- | |
| [με]νοι τήν τε τῆς θεᾶς ἐπιφάνειαν καὶ περὶ τῶν συνηντημένων | |
| 20 | [ὑ]πὸ Μαγνήτω̣[ν] εἰς τοὺς Ἕλληνας εὐχαρίστων παρεκάλουν συν- |
| [ε]πι[λ]αβέσθαι τῆς τοῦ δήμου σπουδῆς καὶ φιλοτιμίας ἀκολούθως | |
| [τ]οῖς προϋπάρχουσιν πρὸς αὑτὰς ταῖς πόλεσιν διὰ προγόνων φιλαν- | |
| [θρώ]π[οι]ς, ἀγαθῆι τύχηι δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· | |
| [ἐπαινέ]σαι μὲν τὸν δῆμον τὸν Μαγνήτων ἐπί τε τῆι πρὸς τοὺς | |
| 25 | [θ]εοὺς [εὐ]σεβείαι καὶ φιλοδοξίαι καὶ τῆι πρὸς τὸν δῆμον εὐνοί- |
| αι, ἐπαιν̣έσαι δὲ καὶ τοὺς πεμφθέντας ὑπὸ Μαγνήτων Διομέ- | |
| δοντα, Νέαιθον, Μ̣ενεκράτην ἐπὶ τῶι διαλεγῆναι περὶ ἑκάστων | |
| μετὰ πάσης προθυμίας ἀξίως τῶν πόλεων ἀμφοτέρων καὶ | |
| στεφανῶσαι τὸν μὲν δῆμον τὸν Μαγνήτων χρυσῶι στεφάνωι, | |
| 30 | τοὺς δὲ ἀποσταλέντας στεφάνωι θαλλοῦ, τῆς δὲ ἀναγγ̣ελίας |
| [τ]ῶν στεφάνων ἐπιμεληθῆναι τὸν ἀγωνοθέτην τοῖς πρώτοις | |
| Δ[ι]ονυσίοις ἐν τῶι θεάτρωι μετὰ τὰς σπονδάς, ἀπο̣δ̣εδέχθαι δὲ καὶ | |
| τ[ὸν] ἀγῶνα τὸν συντελο[ύμ]ενον ὐπὸ Μαγνήτων τῆι Ἀρτέμιδι καθά- | |
| περ ἠξιώκασιν Μάγνητες, [κ]αὶ τὴν πόλι[ν] αὐτῶν καὶ τὴν χώραν ἱε- | |
| 35 | [ρ]ὰν καὶ ἄσυλον ἀκολούθω[ς] τῆι τοῦ θεοῦ μαντεί[α]ι ἐπὶ σωτηρίαι |
| τῆ[ς τε] πόλεως τῆς ἡμετέρας καὶ τοῦ δήμου τοῦ Μαγνήτων, καὶ | |
| ὑ[π]ά[ρχειν τ]οῖς ἀγωνισαμένοις τῶν πολιτῶν καὶ νικήσασιν τὰ | |
| ἐκ τῶν ν̣ό̣[μων] ἆθλα καὶ τὰς τιμὰς [κα]θ[άπ]ερ καὶ τοῖς νι[κ]ήσασιν | |
| τὰ Πύθ[ι]α, δ[ίδοσ]θαι δὲ καὶ τοῖς θεω[ρ]οῖς τοῖς ἑκάστοτε πορευομέ- | |
| 40 | νοις ἐπὶ τὰς [ἐπα]γγελίας τὰς ἀπαρ[χ]ὰς καὶ τὰ ξένια καθάπερ |
| καὶ τοῖς τὰ Πύθ[ια ἐ]π̣αγγέλλ̣ουσιν δί[δ]οται· ἵνα δὲ καὶ τῆς προσ- | |
| [η]κο[ύσης] ἐπιμελ[είας] τυγχάνω[σ]ι[ν], ἀποδεῖξαι θεω[ρο]δό[κον· τ]ὸ[ν] τ̣ι̣ | |
| [—]το τοῦ δήμο[υ —] | |
| [—] | |
| 45 | ․․υς, [τῆς δὲ ἀποσ]τολῆς? [—] |
| ἐπαγγέ[λλε]ιν τὸ[ν] ἀγῶ[να,] ἀποκρίνα[σ]θαι δὲ Μά- | |
| γνησιν [ὅτι] ὁ δῆμος παρηκολ̣ουθηκὼς τούς τε προγ[ό]- | |
| νους α[ὐτ]ῶν ἕ[νεκ]εν εὐφημί[α]ς καὶ δόξης εἰς ἅπαν | |
| τὸ συμφέρο[ν] τ[αῖ]ς δεηθείσαις τῶν πόλεων ἐπιδεδω- | |
| 50 | κότας ἑαυτοὺς προθύμως καὶ πολλοὺς καὶ μεγά- |
| λους ἀγῶνας ἠγωνισμένο<υ>ς δ[ιὰ] τὸ διειλη[φέ]ναι | |
| καλὸν εἶ̣ν̣αι καὶ τίμιον τὰς παρὰ τοῖς πολλο̣ῖς ἀπο- | |
| κειμέ[νας] αὐτοῖς εὐεργεσίας, κε[ί]νοις τε ἀξ[ί]ως | |
| προσε[φέρε]το ἐν ἑκάστοις τῶν καιρῶν, καὶ νῦν θεω- | |
| 55 | ρῶν Μά̣[γ]νητας καὶ αὐτοὺς ἀκόλουθα πράσσοντας |
| τῆι τῶν̣ [πρ]ογόνων αἱρέσει καὶ εὐσεβῶς ἔχοντας | |
| καὶ φιλ̣[οδό]ξ[ω]ς πρὸς τὸ θεῖον, ἔν τε τῶι παρόντι | |
| ἀποδέ[χε]τ[αι] τὰ τίμια βουλόμενος ἐ[πι]φανεῖς κα- | |
| [θι]στάναι τὰς [τῆ]ς θεᾶς τιμάς, καὶ ἐπαινεῖ Μάγνη- | |
| 60 | τας καλὴν καὶ πρέπουσαν ὁρῶν αὐτοὺς ἀπόδει- |
| ξιν ποιουμένους τῆς περὶ τὰ μέγιστα σπουδῆς, | |
| καὶ εἰς τὸ λο[ι]πὸ[ν] δ̣ὲ ὁ δῆμος μεμνημένος τῶν | |
| προϋπαρχόντων α[ὐ]τῶι πρὸς Μάγνητας οἰκείων | |
| καὶ φιλανθρώπων ἀπαράκλητος ἑαυτὸν ἐπιδώσει | |
| 65 | καὶ οὐθενὸς ἀποστήσεται̣ τῶν ἀνηκόντων τῆι πό- |
| λει τῆι Μαγνήτων πρὸς τιμὴν ἢ χάριτος ἀπόδοσιν· | |
| πέμψαι δὲ καὶ ξένια παρὰ τοῦ δήμου Διομέδοντι | |
| καὶ Νεαίθωι κα[ὶ Μ]ε[ν]εκράτει, τῆς δὲ ἀποστολῆς | |
| τῶν ξενίων ἐπιμεληθῆναι τοὺς στρατηγοὺς | |
| 70 | καὶ τοὺς πολεμάρχας καὶ τὸν ταμίαν, τὸ δὲ ἀνά- |
| λωμα δοῦναι τὸν ταμίαν ἐκ τῆς διοικήσεως, τὸ | |
| δὲ ψήφ[ισ]μα ἀναγραψάτωσαν οἱ ἐξετασταί. θεωρο- | |
| δόκο[ς ἡι]ρέ[θη Ἑρ]μησίλοχος Ἑρμησιλόχου. | |
| ὁμοίως δ[ὲ ἀπεδ]έξαντο· | |
| 1.75 | Κολοφώνιο[ι οἱ τὴν] |
| ἀρχαίαν πόλ[ιν οἰ]- | |
| [κ]οῦντες | |
| Κολοφώνιοι ἀ̣[πὸ] | |
| θαλάσσης | |
| 80 | Ἐφέσιοι |
| Πριηνεῖς | |
| Σάμιοι | |
| [—] | |
| 2.75 | Τήϊοι |
| Χῖοι | |
| Ἐρυ̣θ̣ραῖοι | |
| Φωκαιεῖς | |
| Π̣τολεμαιεῖς οἱ | |
| 80 | πρότερον καλού- |
| μενοι Λεβέδιοι | |
| [Σμ]υρναῖοι | |
| [—] | |