Decree of polis of Gonnoi accepting invitation of Magnesia Mai. to Leukophryena and honoring presbeutai from Magnesia Mai., with subscribed list of states voting likewise; c. 206/203 BC; found at Magnesia Mai.: *IMagnesia 33; Helly, Gonnoi II no. 111.  
[ ] IMagn 33
1 ταγ̣ευόντων τῶν περὶ Εὔδημον τὸν Νικάνορος, Νίκαι-
ον τὸν Νικάρχου, Μίκυθον <τὸν> Παρμενίωνος, Γόρρασον
τὸν Ἀσάνδρου, Ἄσανδρον τὸν Ἐπίνου ἔδοξεν τῆι
πόλει τῆι Γοννέων· ἐπειδὴ Μάγνητες οἱ ἐπὶ Μαιάν-
5 δρου φίλοι ὄντες καὶ συγγενεῖς Γοννέων, ἔχοντες
τὴν πόλιν καὶ τὴν χώραν ἱερὰν καὶ ἄσυλον τῆς Ἀρτέμι-
δος τῆς Λευκοφρυηνῆς καὶ αὔξοντες τὴν πρὸς τοὺς
θεοὺς εὐσέβειαν, ἀποστείλαντες ἄνδρας Διαγόραν
Κρατίνου, Ζώπυρον Ἑρμώνακτος, Διότιμον Λυκομήδου[ς]
10 τήν τε θυσίαν ἐπήγγελλον καὶ τὴν πανή[γυ]ριν καὶ τὸν
ἀγῶνα ὃν προκεχειρισμένοι εἰσὶν συντελεῖν τῆἈρτ]έ-
μιδι τῆι Λευκοφρυηνῆι κατὰ τὸν χρησμὸν τοῦ ἐν
Δελφοῖς θεοῦ στεφανίτην ἰσοπύθιον μουσικὸν καὶ
γυμνικὸν καὶ ἱππικόν, καὶ ἀνενεώσαντο τὴν ἐξ ἀρχῆς
15 ὑπάρχουσαν φιλίαν καὶ οἰκειότητα Μάγνησίν τε καὶ
Γοννεῦσιν, δεδόχθαι τῆι πόλει· τήν τε θυσίαν καὶ
τὴν πανήγρυιν καὶ τὸν ἀγῶνα ἀποδέξασθαι ἰσ̣ο-
πύθιον καὶ τὸ ἐκεχείριον δοῦναι τοὺς ταμίας ἐκ τῶν
κοινῶν προσόδων, ὅσον καὶ τοῖς ἐπαγγέλλουσιν τὰ Πύ-
20 θια, δραχμὰς Δημητριείους εἴκοσιν, δίδοσθαι δὲ καὶ
τοῖς νικήσασιν Γοννέων τοὺς ἀγῶνας τού[τ]ο<υς> ὅσον
καὶ τοῖς τὰ Πύθια νικῶσιν δίδοται, ἀποστέλλειν δὲ καὶ
θεωροὺς καθ’ ἑκάστην σύνοδον τοὺς κοινωνήσοντας
τῆς θυσίας, ἐπαινέσαι δὲ καὶ τοὺς ἀπεσταλμέ-
25 νους ἄνδρας Διαγόραν, Ζώπυρον, Διότιμον ἐπὶ τ̣ῆι φι-
λοτιμίαι ἧι πεποίηνται πρὸς τὴν πόλιν, ἀναγράψαι δὲ
καὶ τὸ ψήφισμα τόδε εἰς τὰ κοινὰ γράμματα καὶ ἀνενεγ-
κεῖν εἰς τὸ νομοφυλάκιον, ὅπως καὶ εἰς τὸν ἐνεσόμε-
νον χρόνον ἀεὶ τοῖς ἀποστελλομένοις ὑπάρχωσιν
30 τὰ τίμια πάντα ἀξίως [τ][ς] θ[ε]ᾶς· ἀ[πε]δείχθη θεωρο-
δόκος ἡ πόλις.
ἀκολούθως δὲ ἔδοξεν
ψηφίσασθαι
Φαλανναίοις.
Search Help
Contact Us