Decree of boule and demos of Eretria accepting invitation of Magnesia Mai. to Leukophryena and honoring Magnesia Mai. and theoroi from Magnesia Mai., with subscript listing Hestiaia as voting likewise; IIIe/II; found at Magnesia Mai.: *IMagnesia 48.  
[ ] IMagn 48
1 [ἐ]π[ὶ] στρατη̣γ̣οῦ [— ἐπειδὴ] Μάγ[ν]ητες
οἱ ἐπὶ Μαιάνδ[ρου φίλοι καὶ οἰκεῖοι ὑπ][ρχοντες ἐκ π]ρο-
γόνων τοῦ δ̣ή[μου τοῦ Ἐρετριέων — ἀπεστάλκασι] ψήφισμα καὶ θε-
ωροὺς Ἀπολλ[οφ][νη]ν Αἰσχύλου, Ε[ὔβου]λον Ἀναξα[γόρου, Λυκο]-
5 μήδην Χαρισίο[υ, οἵτ]ινες παραγενόμενοι ἀνεν<ε>ώσα[ντο τὴν οἰ]-
κειότητα τὴν π[ρο]ϋπάρχουσαν καὶ ἀπελογίσαντο τὴ[ν τῆς θεᾶς]
Ἀρτέμιδος Λευ[κο]φρυηνῆς ἐπιφάνειαν καὶ τὰς γεγενημένας [εἰς]
τοὺς Ἕλληνας [ὑπὸ] τῶν προγόνων εὐεργεσίας καὶ παρεκάλουν [φιλο]-
τίμως ἀποδέξασθα[ι τὸ]ν ἀγῶνα στεφανίτην ἰσοπύθιον, ὃν τιθέασιν τῆι Ἀρτέ-
10 μιδι τῆι Λευκοφ[ρυη]νῆι, καὶ τὴν πόλιν αὐτῶν καὶ τὴν χώραν ἱερὰ[ν καὶ]
ἄσυλον εἶναι, κ[αθό]τι αὐτοῖς καὶ ὁ θεὸς ὁ ἐν Δελφοῖς ἔχρησ[εν,] πά[τρι]-
ον δ’ ἐστὶν Ἐρετρ̣[ιεῦ]σιν τά τε πρὸς τὸ θεῖον εὐσεβῶς διακεῖσθαι [καὶ μάλισ]-
τα πρὸς τὴν Ἄρτε̣ιν] καὶ τὴν οἰκειότητα τὴν ὑπάρχουσαν πρὸς [τοὺς Μά]-
γνητας διαφυλά[σσει]ν· περὶ δὴ τουτῶν ἔδοξεν τῆι βουλῆι καὶ τῶι [δή]-
15 μωι· ἀποδέξασθα[ι τὸν] ἀγῶνα τῆς Ἀρτέμιδος τῆς Λευκ[οφρυη]νῆς στεφα-
νίτην ἰσοπύθιον [καὶ τ]ὴν πόλιν καὶ τὴν χώραν αὐτῶν ἱε[ρ]ὰν καὶ [ἄ]συλον
εἶναι, καθὰ καὶ ὁ [θεὸς ἔχ]ρησεν, εἶναι δὲ καὶ τὰ ἆθλα καὶ τὰς [τ]ιμάς,
καθάπερ καὶ τοῖς [τὰ Π]ύθια νικῶσιν ὑπάρχει, ἀποστέλλειν δὲ καὶ θ[εω]-
ροὺς καὶ θυσίαν ἐ[πὶ τ]ὸν ἀγῶνα, ἐπαινέσαι δὲ καὶ τὸν δῆμον τὸμ [Μα]-
20 γνήτων ἐπὶ τῆι εὐ[σε]β̣είαι τῆι πρὸς τὸ θεῖον, στεφανῶσαι δὲ καὶ το[ὺ]ς
θεωροὺς θαλλοῦ [στ]ε̣φάνωι φιλοτιμίας καὶ σπουδῆς ἕνεκεν, ἧς πεποί-
ηνται περί τε τῶν θ̣[ε]ῶ̣ν καὶ τῶν πολιτῶν, καὶ εἶναι αὐτούς τε καὶ ἐκγό-
νους αὐτῶν προξέ[ν]ο̣υς καὶ εὐεργέτας τοῦ δήμου τοῦ Ἐρετριέων, εἶναι
δὲ αὐτοῖς καὶ γ[ῆ]ς [καὶ] οἰκίας ἔγκτησιν καὶ πρόσοδον πρὸς τὴν βουλὴν
25 καὶ τὸν δῆμον, ἐάν [τι]νος δέωνται, πρώτοις μετὰ τὰ ἱερὰ καὶ προεδρίαν
ἐμ πᾶσι τοῖς ἀγῶσι[ν,] οἷς ἡ πόλις τίθησιν, καὶ ἀτέλειαν καὶ εἰσάγουσιν καὶ
ἐξάγουσιν, καθάπε[ρ κ]αὶ τοῖς ἄλλοις Ἐρετριεῦσιν, εἶναι δὲ αὐτοῖς καὶ ἀσ-
φάλειαν καὶ ἀσυλί[αν] καὶ πολέμου καὶ εἰρήνης παραγινομένοις εἰς τὴν
πόλιν καὶ τὴν χώρ[αν,] ἐπιμελεῖσθαι δὲ αὐτῶν τοὺς ἄρχοντας τοὺς ἀ-
30 εὶ ἐν ἀρχῆι ὄντας, ὅπως μηδ’ ὑπ’ ἑνὸς ἀδικῶνται, καλέσαι δὲ αὐτοὺς καὶ
ἐπὶ ξένια εἰς τὸ πρυ[τα]νεῖον, ἑλέσθαι δὲ καὶ θεωροδόκον ἐκ πάντων Ἐρε-
23 τριέων, ἀναγράψα[ι δὲ] τόδε τὸ [ψ]ήφισμα εἰς στήλην λιθίνην καὶ στῆσαι
ἐν τῶι ἱερῶι τοῦ Ἀπό[λλω]νος τοῦ Δαφνηφόρου· [ἡ]ιρέθη θεωροδόκος
25 Ἀρίστιππος Ἀρχι[—·]
ὁμοίως δὲ [ἀπ]εδέξαντο
36 Ἑστιαιεῖ̣ς.
Search Help
Contact Us