Decree of boule and demos of Chalk[i]s accepting invitation
of Magnesia Mai. to Leukophryena and giving honors to theoroi
from Magnesia Mai. in accordance with letter of King Philip (IV);
IIIe/199 BC; found at Magnesia Mai.: *IMagnesia 47; Syll2 260;
**Wilhelm, JÖAI 4, 1901 Beibl. 26 (l. 6); IG XII 9, pp. 166-167;
Syll3 561; **Picard, Chalcis 275, note 6 (ll. 1); SEG 29, 1132.
[ ]
IMagn 47
| 1 | [οἱ στρατ]ηγ̣ο[ὶ] εἶπαν· [ἐπειδὴ ὁ β]ασιλεὺς Φίλι[π]πος |
| ἔγρα[ψε]ν τῆι βουλῆι κ[αὶ τῶι] δήμ[ωι] περὶ [Μ]αγνή- | |
| των τῶν ἐπὶ Μαιάνδρωι, οἳ [σ]υγγενεῖς ὄντες Μακε- | |
| δόνων ἠξίουσαν̣ τ[ὸν] ἀγῶν[α ὃ]ν τιθέασι [τῆι] Ἀ[ρτ]έ- | |
| 5 | μιδι τῆι Λευκοφρυηνῆι προσ[δέξα]σθαι στεφανίτην· |
| αὐτὸν μὲν οὖν ὑπα[κ]ηκόενα̣ι, [κ]α̣λ̣[ῶς] δὲ ποιήσειν̣ κα[ὶ] | |
| τοὺς πολίτας προσ[δ]εξαμ[ένους] τοὺς ἄνδρας τοὺς | |
| ἀπεσταλμένους ὑπὲρ τούτ[ων·] ἀκολούθως δὲ καὶ οἱ ἡι- | |
| ρημένοι ὑπὸ Μαγνήτων περὶ τῆς ἐπαγγελίας τοῦ ἀγῶ- | |
| 10 | νος Ἀπολλοφάνης Αἰσχύλου, Εὔβουλ[ος] Ἀναξαγό- |
| ρου, Λυκομήδης Χ[α]ρισίου πρόσοδον ποιη[σ]άμενοι | |
| καὶ τὸ ψήφισμα ἀποδόντες καὶ ἀπολογισάμενοι | |
| τήν τε τῆς θεᾶς ἐ̣πιφάνειαν καὶ τὰς γεγενημένας | |
| ὑπὸ τῆς πατρίδος εὐχρηστίας εἰς τοὺς Ἕλληνας | |
| 15 | παρεκάλουν ἀποδεξαμ̣έ̣νους τοὺς πολίτας συναύ- |
| ξειν τὰς ἐψ[ηφ]ισμένας τιμὰς τῆι Ἀρτέμιδι τῆι Λευκο- | |
| φρυηνῆι· περὶ δὴ τούτων [δε]δόχθαι τῆι βουλῆι καὶ | |
| τῶι δήμωι· ἀποδέξασθαι τὸν ἀγῶνα τῶν Λευκοφρυ- | |
| ηνῶν, ὃν τιθέασι Μάγνητες ο[ἱ] ἐπὶ Μαιάνδρου τῆι Ἀρτέ- | |
| 20 | μιδι τῆι Λευκοφρυηνῆι στε[φα]νίτην ἰσοπύθιον, καθά- |
| περ οἱ ἀπεσταλμένοι ὑπ’ [α]ὐ[τῶν θ]εωροὶ ἐπαγγέλλουσιν, | |
| καὶ τοῖς νικήσασιν Χαλκ[ι]δ[έων τ]ὸν ἀγῶνα τοῦτον διδό- | |
| ναι τὰ ἴσα ἆθλα, ὅσαπερ κ̣[αὶ] το[ῖς τ]ὰ Πύθια νικήσασιν | |
| ἐκ τοῦ νόμου καθήκε[ι] δίδοσθ[αι], ἀποστέλλεσθαι δὲ καὶ | |
| 25 | θεωροὺς παρὰ τῆς πόλεως, ὅτ[αν] καθήκωσιν οἱ ἀγῶνες |
| [τ]ῶν Λευκοφ[ρυ]ηνῶν, δίδο[σ]θ[αι] δ[ὲ] τὴν ἀπαρχὴν τοῖς ἀπο- | |
| στελλομένοις θεωροῖς παρὰ [Μ]αγνήτων τὴν ἐκ τοῦ νόμου. |