Decree of demos of Apollonia (Epidamni) accepting invitation of Magnesia Mai. to Leukophryena and giving honors to presbeutai from Magnesia Mai.; IIIe/II; found at Magnesia Mai.: *IMagnesia 45 + p. 295; **DeDecker, RPh 29, 1905, 160-161 (ll. 33-36); Boesch, Theoros 72, note 1 (l. 47).  
[ ] IMagn 45 + p. 295
1 παρὰ Ἀπολλωνιατῶν·
πρυ[τ]α[νεύ]οντος Ἀριστομένεος, Ἁλ<ι>οτροπίου
τρίτᾳ παραγενομένων πρεσβευτᾶν καὶ θεωρῶν
παρὰ τᾶς πόλιος τῶν Μαγνήτων τῶν ἐπὶ Μαιάν-
5 δρου Σωσικλέος τοῦ Διοκλέος καὶ Ἀριστο-
δάμου τοῦ Διοκλέος καὶ Διοτίμου τοῦ Μηνοφί-
λου καὶ κομιξάντων ψάφισμα παρὰ τᾶς πόλι-
ος, ἐν ὧι κατεκεχώριστο ὅ τε χρησμὸς ὁ παρὰ
τοῦ θεοῦ τοῦ ἐν [Δ]ελφοῖς, ὅτι λώιον εἴη καὶ ἄμει-
10 νον τοῖς σεβ̣ομένοις Ἄρτεμιν Λευκοφρυ[η]νὰν
καὶ τὰ[ν] π̣όλιν τῶν Μαγνήτων καὶ τὰν χώραν ἱ[ε]-
[ρ]ὰν κ[αὶ ἄ]σ[υ]λον νομίζουσιν, καὶ ὅτι ὁ δᾶμος τ[ῶ]ν
Μα[γνήτω]ν ἐψάφισται τᾶι εὐεργέτιδι τᾶς πόλι-
ος Ἀρ[τ]έμιδι Λευκοφρυηνᾶι διὰ πέντε ἐτέων θυ-
15 [σ]ίαν καὶ πανάγυριν καὶ ἐκεχειρίαν καὶ ἀγῶνα
στεφανίταν ἰσοπύθιον μουσικόν τε καὶ γυμνι-
κὸν καὶ ἱππικόν, διαλεχθέντων δὲ καὶ τῶν πε-
ρὶ Σωσικλῆ ἀκολούθως τῶι ψαφίσματι καὶ ἐμ-
φανιξάντων τάν τε τᾶς θεοῦ ἐπιφάνειαν καὶ
20 τὰν οἰκειότατα Μαγνήτων καὶ Ἀπολλωνιατᾶν
καὶ τὰ̣ς εὐεργε[σ]ίας τὰς προγεγεν̣ειμένας ὑπὸ
τῶν προγόνων αὐ[τ]ῶν εἴς τε τὸ ἱερὸν τὸ ἐν Δελ-
φοῖς καὶ εἰ τοὺς Ἕλλανας καὶ παρακαλούν[τ]ων
ἀποδέξασθαι τὸ[ν ἀ]γῶνα καὶ συναύξειν τὰς [ἐψα]-
25 [φ]ισμένας τιμὰς [τ]ᾶι θεῶι, ἔδο[ξ]ε τῶι δάμωι̣
τῶν Ἀπολλωνιατᾶν· ἀποδέξασθαι τὰ ἐπαγ-
γελλόμενα παρὰ τῶν Μαγ[ν]ήτων καὶ τὰν πό-
λιν κα̣ὶ τὰν χώραν αὐτῶν ἱερὰν κ̣αὶ ἄσυλον
νομίζειν καὶ τοῖς [ν]ικῶσι τῶν π[ολιτ]ᾶν τὸν ἀγῶ-
30 ν̣α̣ τῶν Λευκοφρυ[η]νῶν [εἶ]μεν τ[ὰ]ς [αὐτὰς τιμὰς]
ἃς καὶ τοῖς τὰ Πύθια νι[κῶ]σιν, ἀ[ποστέλλειν]
δ̣ὲ παρὰ τᾶς πόλιος καὶ θεωρο[ὺς εἰς Μαγνησί]-
]ν ἐπὶ τὰν θυσίαν κ̣α̣ὶ̣ [τ]ὸν ἀγ[ῶνα καὶ τὰ]ν̣ π̣α̣[νά]-
[γυρι]ν̣, τοὺς δ̣ὲ̣ [ἐπαγγέλλοντας ἀεὶ τὸν ἀγῶνα]
35 [ἄγεσθαι εἰς τὸν δᾶμον ἐπὶ τὰ ξένια ἐκ τοῦ τα]-
μιείου̣, [κληθῆναι δὲ αὐτοὺς] ἐπὶ [σίτησιν ἐν τῶι]
[π]ρυτανείωι καὶ τὰ λοιπὰ ἃ καὶ [τοῖς τὰ Πύθια ἐ]-
παγγέλλουσιν καὶ καταταχθῆ[ναι ἐν το]ῖς
ν̣όμοις τόν τε ἀγῶνα καὶ τὰς τιμὰς τὰς ἐψαφισ-
40 μένας, ἐπαινέσαι δὲ καὶ τοὺς θεωροὺς Σωσι-
κλῆ{ι} Ἀριστόδαμον Διότιμον ἐπὶ τε [τῶι δια]-
λεχθῆμεν ἀξ[ίω]ς̣ ἀμφοτερᾶν τᾶ̣ν̣ [πολίων]
[καὶ —]
[— προξέ]νους τᾶς Ἀπολ-
45 [λωνιατᾶν πόλιος, δόμεν δ’ αὐτοῖς] καὶ ξένια τὰ
[μέγιστα ἐκ] τ̣ῶν [νόμων κα][κλ]η̣θῆμεν αὐτο[ὺς]
[εἰς τὸ πρ]υτανεῖο[ν εἰς] τὰν [κ]οινὰν ἑστίαν·
[θεαροδόκ]ον εἶμεν Μ[αγν]ήτων Ἵππανθον Φ[—,]
τοὺς δὲ ταμίας ἐπιμέλει̣α̣ν π̣[οιήσ]ασ[θαι,]
50 [ὅπως ἀναγρα]φῇ εἰς χάλκωμα τὸ ψάφισμ[α]
[καὶ ἀνατεθῇ εἰς τὸ] ἱερὸν τοῦ Ἀπόλλωνος.
Search Help
Contact Us