Dogma of koinon of Achaians, accepting invitation of Magnesia Mai. to Leukophryena and giving xenia to presbeutes Philiskos Pythagorou from Magnesia Mai., with subscript listing Elis as voting likewise; IIIe/II; found at Magnesia Mai.: *IMagnesia 39; **DeDecker, RPh 29, 1905, 160 (l. 45).  
[ ] IMagn 39
1 πρεσβευτᾶ καὶ̣ θεαροῦ παραγεν̣ο̣[μένου παρὰ]
τᾶς πόλιος τῶ<ν> Μαγνήτων τῶν ποτὶ τῶΜαιάν]-
δρωι Φιλίσκου τοῦ Πυθαγόρα ποτὶ τὸ κοιν̣[ὸν]
τῶν Ἀχαιῶν καὶ ἀποδόντος τὸ ψάφισμα, ἐν ὧ[ι]
5 κατακεχώριστο ὁ χρησμὸς ὁ γεγενημένος
ὑπὸ τοῦ θεοῦ τοῦ ἐν Δελφοῖς λώϊον εἶμεν κα[ὶ]
ἄμεινον τοῖς σεβομένοις Ἄρτεμιν Λευκοφρ[υ]-
ανὰν καὶ τὰν πόλιν καὶ τὰν χώραν ἱερὰν καὶ [ἄ]συ-
λον νομίζουσιν, διαλεγέντος δὲ καὶ τὰ λοι-
10 πὰ ἀκολούθως τοῖς ἐν τῶι ψαφ̣ί̣σματι κατακεχω-
ρισμένοις καὶ ἀξίως τᾶς τε πόλιος τᾶς ἀποστ̣ει-
λάσας καὶ τοῦ κοινοῦ τῶν Ἀχαιῶν καὶ ἐμφανί-
ζοντος τὰν τᾶς θεοῦ ἐπιφάνειαν καὶ τὰς γεγε-
νημένας ὑπὸ τῶν προγόνων εὐχρηστίας ποτὶ
15 το[ὺς] Ἕλλανας καὶ παρακαλοῦντος τοὺς Ἀχαι-
οὺς ἀπ[οδ]έξασθαι τὰν πανάγυριν καὶ ἐκεχειρίαν
καὶ τὸν ἀγῶ[να] σ̣τεφανίταν ἰσοπύθιον τόν τε μου-
σικὸν καὶ γυμνικὸν καὶ ἱππικόν ὃν τίθεντι τᾶι
Ἀρτέμιδι τᾶι Λευκο[φ]ρ[υ]ανᾶι, καὶ τὰν πόλιν καὶ
20 τὰν χώραν αὐτῶν ἱερὰν καὶ ἄσυλον, [κ]αὶ διότι ἐπα-
κολουθήσαντες τοῖς ἀξιουμένοις καὶ συναυξ[ή]-
σαντες τᾶς Ἀρτέμιδος τὰς τιμὰς ἀκόλου̣θ[α]
πράξοντι τᾶι τε τοῦ θεοῦ μαντείαι καὶ τῶν προ[γε]-
γενημένων ποθ’ αὑτοὺς φιλανθρώπων, τοῖς δ[ὲ]
25 Ἀχαιοῖς πάτριόν ἐστι συναύξειν τάς τε τιμὰς
τὰς παρ’ ἑκάστοις ὅσοι καὶ τοῖς Ἀχαιοῖς συν[αύ]-
ξοντι· δεδόχθαι τοῖς Ἀχαιοῖς ἀποδέξασθ[αι]
τάν τε θυσίαν καὶ τὸν ἀγῶνα στεφανίταν ἰσο-
πύθιον, ὃν τίθητι ἁ πόλις τῶν Μαγνήτων τᾶι Ἀ[ρ]-
30 τέμιδι τᾶι Λευκοφρυηνᾶι, καὶ τὰν πόλιν
καὶ τὰν χώραν αὐτῶν εἶμεν ἱερὰν καὶ ἄσυλο[ν,]
καθὼς παρεκάλει Φιλίσκος ὁ ἀποσταλεὶς π[ρ]εσ-
βευτὰς καὶ θεωρός, τοὺς δὲ δαμιοργοὺς τῶν [Ἀ]-
χαιῶν ἀναγράψαι τὸ ψάφισμα τὸ παρὰ τᾶς π[ό]-
35 λιος τῶν Μαγνήτων καὶ τὸ δόγμα τῶν Ἀχαιῶν
εἰς στάλαν λιθίναν καὶ ἀναθέμεν εἰς τὸ ἱερὸν
τοῦ Διὸς τοῦ Ἀμαρίου, ὅπως φανερὸν ἦι καὶ τοῖς
λοιποῖς Ἕλλασιν, διότι οἱ Ἀχαιοὶ τοῖς ποτὶ τὸ θεῖ-
ον εὐσεβῶς διακειμένοις τὰν αὐτὰν αἵρεσιν ἔχον-
40 τες διατελέοντι ἀκόλουθα πράσσοντες τᾶι τῶν
προγόνων αἱρέσει, αἷ θέλοντι προάγειν καὶ συν-
αύξειν τά τε ἔνδοξα καὶ τὰς τιμὰς τὰς παρ’ ἑκ[άσ]-
τοις τῶν φίλων· καταχωρίξαι δὲ κα[ὶ] τοὺς νομ[ο]-
γράφους τὸ δόγμα τῶν Ἀχα̣[ιῶ]ν εἰς [τοὺς ν]όμο[υς]
45 τοὺς πρώτους [καὶ ἱαρο]ύς, [τοὺς δὲ γρα]μ[ματεῖς χρη]-
ματίξαι τοῖς Ἀχα[ιοῖ]ς̣, δόμε̣[ν δὲ καὶ] ξένια τῶι [πρεσβευ]-
τᾶι Διοκλῆ τὸν ταμίαν τὰ μέγιστα ἐκ τῶν νόμ[ων.]
ὁμοίως δὲ ἀπεδέξαντο καὶ
Ἠλεῖοι.
Search Help
Contact Us