Dogma of koinon of Achaians, accepting invitation of
Magnesia Mai. to Leukophryena and giving xenia to presbeutes
Philiskos Pythagorou from Magnesia Mai., with subscript listing
Elis as voting likewise; IIIe/II; found at Magnesia Mai.:
*IMagnesia 39; **DeDecker, RPh 29, 1905, 160 (l. 45).
[ ]
IMagn 39
| 1 | πρεσβευτᾶ καὶ̣ θεαροῦ παραγεν̣ο̣[μένου παρὰ] |
| τᾶς πόλιος τῶ<ν> Μαγνήτων τῶν ποτὶ τῶ[ι Μαιάν]- | |
| δρωι Φιλίσκου τοῦ Πυθαγόρα ποτὶ τὸ κοιν̣[ὸν] | |
| τῶν Ἀχαιῶν καὶ ἀποδόντος τὸ ψάφισμα, ἐν ὧ[ι] | |
| 5 | κατακεχώριστο ὁ χρησμὸς ὁ γεγενημένος |
| ὑπὸ τοῦ θεοῦ τοῦ ἐν Δελφοῖς λώϊον εἶμεν κα[ὶ] | |
| ἄμεινον τοῖς σεβομένοις Ἄρτεμιν Λευκοφρ[υ]- | |
| ανὰν καὶ τὰν πόλιν καὶ τὰν χώραν ἱερὰν καὶ [ἄ]συ- | |
| λον νομίζουσιν, διαλεγέντος δὲ καὶ τὰ λοι- | |
| 10 | πὰ ἀκολούθως τοῖς ἐν τῶι ψαφ̣ί̣σματι κατακεχω- |
| ρισμένοις καὶ ἀξίως τᾶς τε πόλιος τᾶς ἀποστ̣ει- | |
| λάσας καὶ τοῦ κοινοῦ τῶν Ἀχαιῶν καὶ ἐμφανί- | |
| ζοντος τὰν τᾶς θεοῦ ἐπιφάνειαν καὶ τὰς γεγε- | |
| νημένας ὑπὸ τῶν προγόνων εὐχρηστίας ποτὶ | |
| 15 | το[ὺς] Ἕλλανας καὶ παρακαλοῦντος τοὺς Ἀχαι- |
| οὺς ἀπ[οδ]έξασθαι τὰν πανάγυριν καὶ ἐκεχειρίαν | |
| καὶ τὸν ἀγῶ[να] σ̣τεφανίταν ἰσοπύθιον τόν τε μου- | |
| σικὸν καὶ γυμνικὸν καὶ ἱππικόν ὃν τίθεντι τᾶι | |
| Ἀρτέμιδι τᾶι Λευκο[φ]ρ[υ]ανᾶι, καὶ τὰν πόλιν καὶ | |
| 20 | τὰν χώραν αὐτῶν ἱερὰν καὶ ἄσυλον, [κ]αὶ διότι ἐπα- |
| κολουθήσαντες τοῖς ἀξιουμένοις καὶ συναυξ[ή]- | |
| σαντες τᾶς Ἀρτέμιδος τὰς τιμὰς ἀκόλου̣θ[α] | |
| πράξοντι τᾶι τε τοῦ θεοῦ μαντείαι καὶ τῶν προ[γε]- | |
| γενημένων ποθ’ αὑτοὺς φιλανθρώπων, τοῖς δ[ὲ] | |
| 25 | Ἀχαιοῖς πάτριόν ἐστι συναύξειν τάς τε τιμὰς |
| τὰς παρ’ ἑκάστοις ὅσοι καὶ τοῖς Ἀχαιοῖς συν[αύ]- | |
| ξοντι· δεδόχθαι τοῖς Ἀχαιοῖς ἀποδέξασθ[αι] | |
| τάν τε θυσίαν καὶ τὸν ἀγῶνα στεφανίταν ἰσο- | |
| πύθιον, ὃν τίθητι ἁ πόλις τῶν Μαγνήτων τᾶι Ἀ[ρ]- | |
| 30 | τέμιδι τᾶι Λευκοφρυηνᾶι, καὶ τὰν πόλιν |
| καὶ τὰν χώραν αὐτῶν εἶμεν ἱερὰν καὶ ἄσυλο[ν,] | |
| καθὼς παρεκάλει Φιλίσκος ὁ ἀποσταλεὶς π[ρ]εσ- | |
| βευτὰς καὶ θεωρός, τοὺς δὲ δαμιοργοὺς τῶν [Ἀ]- | |
| χαιῶν ἀναγράψαι τὸ ψάφισμα τὸ παρὰ τᾶς π[ό]- | |
| 35 | λιος τῶν Μαγνήτων καὶ τὸ δόγμα τῶν Ἀχαιῶν |
| εἰς στάλαν λιθίναν καὶ ἀναθέμεν εἰς τὸ ἱερὸν | |
| τοῦ Διὸς τοῦ Ἀμαρίου, ὅπως φανερὸν ἦι καὶ τοῖς | |
| λοιποῖς Ἕλλασιν, διότι οἱ Ἀχαιοὶ τοῖς ποτὶ τὸ θεῖ- | |
| ον εὐσεβῶς διακειμένοις τὰν αὐτὰν αἵρεσιν ἔχον- | |
| 40 | τες διατελέοντι ἀκόλουθα πράσσοντες τᾶι τῶν |
| προγόνων αἱρέσει, αἷ θέλοντι προάγειν καὶ συν- | |
| αύξειν τά τε ἔνδοξα καὶ τὰς τιμὰς τὰς παρ’ ἑκ[άσ]- | |
| τοις τῶν φίλων· καταχωρίξαι δὲ κα[ὶ] τοὺς νομ[ο]- | |
| γράφους τὸ δόγμα τῶν Ἀχα̣[ιῶ]ν εἰς [τοὺς ν]όμο[υς] | |
| 45 | τοὺς πρώτους [καὶ ἱαρο]ύς, [τοὺς δὲ γρα]μ[ματεῖς χρη]- |
| ματίξαι τοῖς Ἀχα[ιοῖ]ς̣, δόμε̣[ν δὲ καὶ] ξένια τῶι [πρεσβευ]- | |
| τᾶι Διοκλῆ τὸν ταμίαν τὰ μέγιστα ἐκ τῶν νόμ[ων.] | |
| ὁμοίως δὲ ἀπεδέξαντο καὶ | |
| Ἠλεῖοι. |