Decree of boule and demos (of Magnesia Mai.) concerning
celebrating festival of Artemis Leukophryene, with prescript;
inscribed II2, perhaps composed earlier; found at Magnesia Mai.:
*IMagnesia 100.a + p. 296; Syll2 552; **Syll3 695.a (ll. 42-43,
45-48); Sokolowski, LSAM 33.A; SEG 15, 668.
[ ]
IMagn 100a + p. 296
| 1 | στεφανηφοροῦντος Πολυκλείδου τοῦ |
| Πυθοδήλου μηνὸς Ἁγνεῶνος | |
| ὑπὲρ τῆς καθιδρύσεως τοῦ ξοάνου τῆς Ἀρτέμιδος | |
| τῆς Λευκοφρυηνῆς εἰς τὸν κατεσκευασμένον αὐ- | |
| 5 | τῆι νῦν Παρθενῶνα καὶ περὶ τοῦ ἐπιτελεῖσθαι αὐτῆι |
| καθ’ ἕκαστον ἐνιαυτὸν ἐν μηνὶ Ἀρτεμισιῶνι τῆι | |
| ἕκτηι ἱσταμένου σπονδὰς καὶ θυσίας, συντε- | |
| λεῖσθαι δὲ καὶ ὑφ’ ἑκάστου τῶν κατοικούντων | |
| θυσίας πρὸ τῶν θυρῶν κατ’ οἴκου δύναμιν ἐπὶ | |
| 10 | τῶν κατασκευασθησομένων ὑπ’ αὐτῶν βωμῶν. |
| ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Διαγόρας Ἰσαγόρου εἶπεν· ἐπειδὴ | |
| θείας ἐπιπνοίας καὶ παραστάσεως γενομένης τῶι σύνπαντι πλήθει | |
| τοῦ πολιτεύματος εἰς τὴν ἀποκατάστασιν τοῦ ναοῦ συντέλειαν εἴλη- | |
| φεν ὁ [Π]αρθενὼν τῆι [κ]ατὰ μέρος ἐπαυξήσει τῶν ἔργων καὶ μεγαλοπρε- | |
| 15 | πείαι πλεῖστον διαφέρων τοῦ ἀπολειφθέντος ἡμῖν τὸ παλαιὸν ὑπὸ τῶν |
| προγόνων, πάτριον δ’ ἐστὶν τῶι δήμωι πρὸς τὸ θεῖον εὐσεβῶς διακει- | |
| μένωι πᾶσιν μὲν τοῖς θεοῖς ἀεί ποτε τὰς καταξίας θυσίας τε καὶ τιμὰς | |
| ἀπονέμειν, μάλιστα δὲ τῆι ἀρχηγέτιδι τῆς πόλεως Ἀρτέμιδι Λευκο- | |
| φρυηνῆι, τύχηι ἀγαθῆι καὶ ἐπὶ σωτηρίαι τοῦ τε δήμου καὶ τῶν εὐνοούν- | |
| 20 | των τῶι πλήθει τῶι Μαγνήτων σὺν γυναιξὶ καὶ τέκνοις τοῖς τούτων, |
| δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· τὸν μὲν νεωκόρον καὶ τὴν ἱέρειαν τῆς | |
| Ἀρτέμιδος τοῦ μηνὸς τοῦ Ἀρτεμισιῶνος τῆι ἕκτηι ἱσταμένου συντε- | |
| λέσαι τὴν ἀποκατάστασιν τῆς θεοῦ εἰς τὸν Παρθενῶνα μετὰ θυσίας | |
| τῆς ἐπιφανεστάτης, τὴν δὲ ἡμέραν τήνδε ἀναδεδεῖχθαι εἰς τὸν ἀε[ὶ] | |
| 25 | χρόνον ἱερὰν προσαγορευομένην Ἰσιτήρια, καὶ ἔστωσαν ἐν αὐτῆι ἐκε- |
| χειρίαι πᾶσι πρὸς πάντων, γινέσθω δὲ καὶ γυναικῶν ἔξοδος εἰς τὸ | |
| ἱερὸν καὶ παρεδρευέτωσαν ἐν τῶι ἱερῶι τὴν ἐπιβάλλουσαν τιμὴν καὶ | |
| παρεδρείαν ποιούμεναι τῆς θεοῦ· συντελείτω δὲ ὁ νεωκόρος καὶ χο- | |
| ροὺς παρθένων ἀϊδουσῶν ὕμνους εἰς Ἄρτεμιν Λευκοφρυηνήν, ἀνιέ[σ]- | |
| 30 | θωσαν δὲ οἱ παῖδες ἐκ τῶν μαθημάτων καὶ ἀπὸ τῶν ἔργων δοῦλοί τε |
| καὶ δοῦλαι, ἐν ἧι ταῦτα ἡμέραι συντελεσθήσεται· τὰς δὲ γινομένας | |
| ἱερείας τῆς Ἀρτέμιδος μετὰ στεφανηφόρον Πολυκλείδην καὶ τοὺς | |
| στεφανηφόρους ἐν τῶι καθ’ ἑαυτοὺς ἐνιαυτῶι θυσίαν καὶ πομπὴν συν- | |
| τελεῖν· ὑπάρχειν δὲ ἐν αὐτῆι ταύτηι τῆι ἡμέραι καὶ τὴν περὶ τῶν | |
| 35 | ὠνίων οἰκονομίαν μετὰ στεφανηφόρον Πολυκλείδην ἥτις γίνε- |
| ται καὶ ἐν τῆι πρώτηι ἡμέραι τοῦ ἐνιαυτοῦ· τὸν δὲ ἱεροκήρυκα [τὸν] | |
| νῦν καὶ τὸν κατ’ ἐνιαυτὸν ἀεὶ τοῦδε τοῦ μηνὸς ἐν τῆι ἀποδεδειγ[μέ]- | |
| νηι ἱερᾶι ἡμέραι πληθυούσης ἀγορᾶς συνπαρόντων ἐν ἐσθῆσ[ιν] | |
| ἐπισήμοις καὶ δάφνης στεφάνοις πολεμάρχων, οἰκονόμω[ν, γραμ]- | |
| 40 | ματέως βουλῆς, στρατηγοῦ, ἱππάρχων, στεφανηφόρου, ἀν[τιγρα]- |
| φέως εὐφημίαν κατανγείλαντα πρὸ τοῦ βουλευτηρίου μετὰ [τῶν παί]- | |
| δων κατευχὴν καὶ παράκλησιν παντὸς τοῦ πλήθους ποιεῖσ[θαι τήν]- | |
| δε· παρακαλῶ πάντας τοὺς κατοικοῦντας πόλιν καὶ χώρ[αν τὴν Μα]- | |
| γνήτων ἐπὶ καλοῖς Ἰσιτηρίοις κατὰ δύναμιν οἴκου κεχ[αρισμένην θυ]- | |
| 45 | σίαν συντελεῖν Ἀρτέμιδι Λευκοφρυηνῆι τῆιδε τῇ ἡμέ[ραι εὔχεσθαι δὲ] |
| καὶ Μάγνησιν αὐτοῖς τε διδόναι καὶ γυναιξὶν ὑγ̣[ί]ε̣ι̣[αν καὶ πλοῦτον Ἄρ]- | |
| τεμιν Λευκοφρυηνὴν καὶ γενεὰν τήν τε ὑπά̣[ρχουσαν σώιζεσθαι] | |
| καὶ εὐτυχεῖν καὶ τὴν ἐπιγονὴν μακαρίαν [γίνεσθαι —] | |
| [․․․]ον δε․χεθ․․․․․13․․․․․․ειο[—] | |
| 50 | δρύεσθαι προστάξαν[τος |