Decree of boule and demos (of Magnesia Mai.) concerning celebrating festival of Artemis Leukophryene, with prescript; inscribed II2, perhaps composed earlier; found at Magnesia Mai.: *IMagnesia 100.a + p. 296; Syll2 552; **Syll3 695.a (ll. 42-43, 45-48); Sokolowski, LSAM 33.A; SEG 15, 668.  
[ ] IMagn 100a + p. 296
1 στεφανηφοροῦντος Πολυκλείδου τοῦ
Πυθοδήλου μηνὸς Ἁγνεῶνος
ὑπὲρ τῆς καθιδρύσεως τοῦ ξοάνου τῆς Ἀρτέμιδος
τῆς Λευκοφρυηνῆς εἰς τὸν κατεσκευασμένον αὐ-
5 τῆι νῦν Παρθενῶνα καὶ περὶ τοῦ ἐπιτελεῖσθαι αὐτῆι
καθ’ ἕκαστον ἐνιαυτὸν ἐν μηνὶ Ἀρτεμισιῶνι τῆι
ἕκτηι ἱσταμένου σπονδὰς καὶ θυσίας, συντε-
λεῖσθαι δὲ καὶ ὑφ’ ἑκάστου τῶν κατοικούντων
θυσίας πρὸ τῶν θυρῶν κατ’ οἴκου δύναμιν ἐπὶ
10 τῶν κατασκευασθησομένων ὑπ’ αὐτῶν βωμῶν.
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Διαγόρας Ἰσαγόρου εἶπεν· ἐπειδὴ
θείας ἐπιπνοίας καὶ παραστάσεως γενομένης τῶι σύνπαντι πλήθει
τοῦ πολιτεύματος εἰς τὴν ἀποκατάστασιν τοῦ ναοῦ συντέλειαν εἴλη-
φεν ὁ [Π]αρθενὼν τῆι [κ]ατὰ μέρος ἐπαυξήσει τῶν ἔργων καὶ μεγαλοπρε-
15 πείαι πλεῖστον διαφέρων τοῦ ἀπολειφθέντος ἡμῖν τὸ παλαιὸν ὑπὸ τῶν
προγόνων, πάτριον δ’ ἐστὶν τῶι δήμωι πρὸς τὸ θεῖον εὐσεβῶς διακει-
μένωι πᾶσιν μὲν τοῖς θεοῖς ἀεί ποτε τὰς καταξίας θυσίας τε καὶ τιμὰς
ἀπονέμειν, μάλιστα δὲ τῆι ἀρχηγέτιδι τῆς πόλεως Ἀρτέμιδι Λευκο-
φρυηνῆι, τύχηι ἀγαθῆι καὶ ἐπὶ σωτηρίαι τοῦ τε δήμου καὶ τῶν εὐνοούν-
20 των τῶι πλήθει τῶι Μαγνήτων σὺν γυναιξὶ καὶ τέκνοις τοῖς τούτων,
δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· τὸν μὲν νεωκόρον καὶ τὴν ἱέρειαν τῆς
Ἀρτέμιδος τοῦ μηνὸς τοῦ Ἀρτεμισιῶνος τῆι ἕκτηι ἱσταμένου συντε-
λέσαι τὴν ἀποκατάστασιν τῆς θεοῦ εἰς τὸν Παρθενῶνα μετὰ θυσίας
τῆς ἐπιφανεστάτης, τὴν δὲ ἡμέραν τήνδε ἀναδεδεῖχθαι εἰς τὸν ἀε[ὶ]
25 χρόνον ἱερὰν προσαγορευομένην Ἰσιτήρια, καὶ ἔστωσαν ἐν αὐτῆι ἐκε-
χειρίαι πᾶσι πρὸς πάντων, γινέσθω δὲ καὶ γυναικῶν ἔξοδος εἰς τὸ
ἱερὸν καὶ παρεδρευέτωσαν ἐν τῶι ἱερῶι τὴν ἐπιβάλλουσαν τιμὴν καὶ
παρεδρείαν ποιούμεναι τῆς θεοῦ· συντελείτω δὲ ὁ νεωκόρος καὶ χο-
ροὺς παρθένων ἀϊδουσῶν ὕμνους εἰς Ἄρτεμιν Λευκοφρυηνήν, ἀνιέ[σ]-
30 θωσαν δὲ οἱ παῖδες ἐκ τῶν μαθημάτων καὶ ἀπὸ τῶν ἔργων δοῦλοί τε
καὶ δοῦλαι, ἐν ἧι ταῦτα ἡμέραι συντελεσθήσεται· τὰς δὲ γινομένας
ἱερείας τῆς Ἀρτέμιδος μετὰ στεφανηφόρον Πολυκλείδην καὶ τοὺς
στεφανηφόρους ἐν τῶι καθ’ ἑαυτοὺς ἐνιαυτῶι θυσίαν καὶ πομπὴν συν-
τελεῖν· ὑπάρχειν δὲ ἐν αὐτῆι ταύτηι τῆι ἡμέραι καὶ τὴν περὶ τῶν
35 ὠνίων οἰκονομίαν μετὰ στεφανηφόρον Πολυκλείδην ἥτις γίνε-
ται καὶ ἐν τῆι πρώτηι ἡμέραι τοῦ ἐνιαυτοῦ· τὸν δὲ ἱεροκήρυκα [τὸν]
νῦν καὶ τὸν κατ’ ἐνιαυτὸν ἀεὶ τοῦδε τοῦ μηνὸς ἐν τῆι ἀποδεδειγ[μέ]-
νηι ἱερᾶι ἡμέραι πληθυούσης ἀγορᾶς συνπαρόντων ἐν ἐσθῆσ[ιν]
ἐπισήμοις καὶ δάφνης στεφάνοις πολεμάρχων, οἰκονόμω[ν, γραμ]-
40 ματέως βουλῆς, στρατηγοῦ, ἱππάρχων, στεφανηφόρου, ἀν[τιγρα]-
φέως εὐφημίαν κατανγείλαντα πρὸ τοῦ βουλευτηρίου μετὰ [τῶν παί]-
δων κατευχὴν καὶ παράκλησιν παντὸς τοῦ πλήθους ποιεῖσ[θαι τήν]-
δε· παρακαλῶ πάντας τοὺς κατοικοῦντας πόλιν καὶ χώρ[αν τὴν Μα]-
γνήτων ἐπὶ καλοῖς Ἰσιτηρίοις κατὰ δύναμιν οἴκου κεχ[αρισμένην θυ]-
45 σίαν συντελεῖν Ἀρτέμιδι Λευκοφρυηνῆι τῆιδε τῇ ἡμέ[ραι εὔχεσθαι δὲ]
καὶ Μάγνησιν αὐτοῖς τε διδόναι καὶ γυναιξὶν ὑγ̣[ί]ε̣ι̣[αν καὶ πλοῦτον Ἄρ]-
τεμιν Λευκοφρυηνὴν καὶ γενεὰν τήν τε ὑπά̣[ρχουσαν σώιζεσθαι]
καὶ εὐτυχεῖν καὶ τὴν ἐπιγονὴν μακαρίαν [γίνεσθαι —]
[․․․]ον δε․χεθ․․․․․13․․․․․․ειο[—]
50 δρύεσθαι προστάξαν[τος
Search Help
Contact Us