Decree of boule and demos (of Magnesia Mai.) concerning festival of Zeus Sosipolis; 197/196 BC; found at Magnesia Mai.: *IMagnesia 98 + p. 295; Syll2 553; Syll3 589; Sokolowski, LSAM 32; SEG 15, 667.  
[ ] IMagn 98 + p. 295
1 [στε]φανηφοροῦντ[ος Ἀ]ρ̣ιστέως τοῦ [Δη]μητρ[ί]ου τοῦ
․․․ω̣νος, μηνὸς Σμισιῶνος, φυλῆς προεδρευ̣ούσης
[Ἀττα]λ̣ίδος, γραμματεύοντος τῆι βουλῆι Πυθο[κλ]εί-
[δου τ]οῦ Ἡγησίππου, τετράδι ἀπιόντος, ἐν νομαίαι ἐκ-
5 [κ]λ̣ησίαι, προέδρων ἐπιστατοῦντος Μενεστράτου
τοῦ Ἀρτεμιδώρου, ὑπὲρ τοῦ ἀναδείκνυσθαι ἑκάστου
ἐνιαυτοῦ τῶι Διῒ ταῦρον ἀρχομένου σπόρου καὶ ὑπὲρ κατευ-
χῆς καὶ πομπῆς καὶ θυσίας καὶ ὑπὲρ τοῦ πήγνυσθαι θόλον
ἐν τῆι ἀγορᾶι καὶ στρώννυσθαι στρωμνάς.
10 ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη δήμου· ὅπως οἱ οἰκο-
νόμοι οἱ ἐνεστηκότες ἀγοράσωσιν ταῦρον καὶ οἱ ἀεὶ καθισ-
τάμενοι ἀγοράζωσιν ταῦρον ὡς κάλλιστον τοῦ μη-
νὸς τοῦ Ἡραιῶνος ἐν τῆι πανηγύρει ἑκάστου ἔτους
καὶ ἀναδεικνύωσι τῶι Διῒ ἀρχομένου σπόρου μηνὸς
15 Κρονιῶνος ἐν τῆι νουμηνίαι μετὰ τοῦ ἱέρεω καὶ τῆς
ἱερείας τῆς Ἀρτέμιδος τῆς Λευκοφρυηνῆς καὶ τοῦ
στεφανηφόρου καὶ τοῦ ἱεροκήρυκος καὶ τοῦ λητουρ-
γοῦντος θύτου τῆι πόλει, ἀποστέλλειν δὲ τοὺς παιδο-
νόμους παῖδας ἐννέα ἀμφιθαλεῖς, ἀποστέλλειν
20 δὲ καὶ τοὺς γυναικονόμους παρθένους ἐννέα ἀμ-
φιθαλεῖς· καὶ ἐν τῶι ἀναδείκνυσθαι τὸν ταῦρον κατευ-
χέσθω ὁ ἱεροκῆρυξ μετὰ τοῦ ἱέρεω καὶ τῆς ἱερείας καὶ
τοῦ στεφανηφόρου καὶ τῶμ παίδων καὶ τῶν παρθένων
καὶ τῶμ πολεμάρχων καὶ τῶν ἱππάρχων καὶ τῶν οἰ-
25 κονόμων καὶ τοῦ γραμματέως τῆς βουλῆς καὶ τοῦ
ἀντιγραφέως καὶ τοῦ στρατηγοῦ ὑπέρ τε σωτηρί-
ας τῆς τε πόλεως καὶ τῆς χώρας καὶ τῶμ πολιτῶν
καὶ γυναικῶν καὶ τέκνων καὶ τῶν ἄλλων τῶν κατοικούν-
των ἔν τε τῆι πόλει καὶ τῆι χώραι ὑπέρ τε εἰρήνης καὶ
30 πλούτου καὶ σίτου φορᾶς καὶ τῶν ἄλλων καρπῶν πάν-
τ̣ων καὶ τῶν κτηνῶν.  δεδόχθαι τῆι βουλῆι καὶ τῶι
δήμωι· τὸν στεφανηφόρον τὸν ἀεὶ γινόμενον μετὰ τοῦ ἱέ-
ρεω καὶ τῆς ἱερείας τῆς Ἀρτέμιδος τῆς Λευκοφρυην<ῆ>ς ἐξά-
[γ]ειν τὴμ πομπὴν τοῦ μηνὸς τοῦ Ἀρτεμισιῶνος τῆι δω-
35 δεκάτηι καὶ θύειν τὸν ταῦρον τὸν ἀναδεικνύμενον,
συμπομπεύειν δὲ τήν τε γερουσίαν καὶ τοὺς
ἱερεῖς καὶ τοὺς ἄρχοντας τούς τε χειροτονητοὺς καὶ
[τ]οὺς κληρωτοὺς καὶ τοὺς ἐφήβους καὶ τοὺς νέους καὶ
τοὺς παῖδας καὶ τοὺς τὰ Λευκοφρυηνὰ νικῶντας καὶ
40 τοὺς ἄλλους τοὺς νικῶντας τοὺς στεφανίτας ἀγῶνας,
ὁ δὲ στεφανηφόρος ἄγων τὴν πομπὴν φερέτω ξόα-
να πάντων τῶν δώδεκα θεῶν ἐν ἐσθῆσιν ὡς καλλίσ-
ταις καὶ πηγνύτω θόλον ἐν τῆι ἀγορᾶι πρὸς τῶι βωμῶι
τῶν δώδεκα θεῶν, στρωνύτω δὲ καὶ στρωμνὰς τρεῖς ὡς
45 καλλίστας, παρεχέτω δὲ καὶ ἀκρόαματα αὐλητὴν συρι-
στὴν κιθαριστὴν, παριστανέτωσαν δὲ καὶ οἱ οἰκονόμοι οἱ ἐν
τῶι μηνὶ τὼι Ἀρτεμισιῶνι τῆι δωδεκάτηι ἱερεῖα τρία,
[ἃ] θύσουσιν τῶι τε Διῒ τῶι Σωσιπόλει καὶ τῆι Ἀρτέμιδι
[τ]ῆι Λευκοφρυηνῆι καὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι, τῶι μὲν
50 [Διῒ] κριὸν ὡς κάλλιστον, τῆι δὲ Ἀρτέμιδι αἶγα, τῷ δὲ Ἀπόλλ[ω]-
νι ἀττηγὸν, θύοντες τῶι μὲν Διῒ ἐπὶ τοῦ βωμοῦ τοῦ Διὸ[ς]
τοῦ Σωσιπόλιος, τῆι δὲ Ἀρτέμιδι  καὶ τῶι Ἀπόλλωνι ἐπὶ τ[οῦ]
βωμοῦ τῆς Ἀρτέμιδος, λαμβάνειν δὲ τὰ γέρα τὰ ἰθισμέν[α]
τοὺς ἱερεῖς τῶν θεῶν τούτων· τὸν δὲ βοῦν ὅταν θύσωσιν,
55 [δ]ιανεμέτωσαν τοῖς συμπομπεύσασιν, τὸν δὲ κριὸν καὶ τὴν
αἶγα καὶ τὸν ἀττηγὸν διανεμέτωσαν τῶι τε στεφανηφό-
[ρ]ωι καὶ τῆι ἱερείαι καὶ τοῖς πολεμάρχαις καὶ τοῖς προέδροις
[κα]ὶ νεωποίαις καὶ εὐθύνοις καὶ τοῖς λητουργήσασιν, διανε-
[μέ]τωσαν δὲ ταῦτα οἱ οἰκονόμοι.  ὅταν δὲ ἀναδειχθῇ ὁ ταῦ-
60 [ρ]ος, ἔγδοσιν ποιείσθωσαν οἱ οἰκονόμοι ὅπως τρέφηται ὑπὸ
τοῦ ἐργολαβήσαντος, ἀγέτω δὲ ὁ ἐργολαβήσας τὸν ταῦρον
εἰς τὴν ἀγορὰν καὶ ἀγειρέτω παρά τε τῶν σιτοπωλῶν
καὶ παρὰ τῶν ἄλλων ἀγοραίων ἃ ἀνήκει εἰς τὴν τροφὴν, καὶ ἄ-
μεινον εἶναι τοῖς διδοῦσιν, τὸ δὲ ψήφισμα τόδε ἀναγρά-
65 ψαι τοὺς οἰκονόμους εἰς τὸ ἱερὸν τοῦ Διὸς εἰς τὴν παραστά-
δα, ἀναλισκέτωσαν δὲ εἰς ταῦτα πάντα τὰ γεγραμμένα οἱ [οἰ]-
κονόμοι ἐκ τῶν πόρων ὧν ἔχουσιν εἰς πόλεως διο[ίκησιν, τὸ δὲ]
[ψ]ήφισ[μα τόδε] εἶναι εἰς φυλακὴν [τῆς χώρας?]
Search Help