Hiereus inscription of M(arcus) Ul(pius) (Alexandros)
Herakleitos Ko(liorgeus) and Ul(pia) Ammion Ko(liorgis); 2m;
found at Lagina: Diehl & Cousin, BCH 11, 1887, 156-158, no. 63;
Laumonier, BCH 61, 1937, p. 244 note 3 and p. 274 no. 104;
Laumonier, BCH 62, 1938, 269; *IStratonikeia 668.
[ ]
IStr 668
1 | ἱερεὺς ἐξ ἐπανγελίας Μ(ᾶρκος) Οὔλ(πιος), Ἀρίστωνος υἱός, Κυρείνα, |
Ἡράκλειτος Κο(λιοργεύς), ἱέρεια Οὐλ(πία), Διονυσοκλέους θυγάτηρ, Ἄμμι- | |
ον Κο(λιοργὶς) μετὰ τὰς ἑστιάσις καὶ τὸ γυμνασιαρχῆσαι πάσαις | |
τᾶις ἑορτασίμοις καὶ ἐπισήμοις τῆς θεοῦ ἡμέραις καὶ | |
5 | τὸ μισθώσασθαι πάντα τὰ ἐπιδημήσαντα ἀκροάματα |
παρ’ ὅλον τὸ ἔτος καὶ τὸ χαρίσασθαι τοῖς θύουσιν τὰ ἱερὰ καὶ | |
τὸ ἐπαρκέσαι δημοσίᾳ τοῖς ἐπικουρίας δεομένοις, κατεσκεύασαν | |
ἐκ τῶν ἰδίων τῇ ἱερᾷ οἰκίᾳ τὰς τρῖς στοὰς καὶ τὸ πρόπυλον | |
σὺν τῇ εἰσόδῳ, καὶ τὴν πρὸ τῆς οἰκίας στοὰν τὴν πρὸς τῇ βιοτικῇ | |
10 | ἀγορᾷ συνετέλεσαν, καὶ τὸν ποικίλον ἄβακα τῇ τραπέζῃ |
τῆς θεοῦ ἐπέθηκαν, συνφιλοτειμουμένων αὐτοῖς τῆς | |
θυγατρὸς Οὐλπίας Δρακοντίδος καὶ τοῦ ἀνδρὸς αὐτῆς | |
Πολείτου τοῦ Πολείτου. |