Letter of Sulla to boule and demos of Stratonikeia
containing Senatus Consultum giving privileges to Stratonikeia
for support in war against Mithradates; prob. 81 BC; found at
Lagina: Newton, Discoveries II 795 no. 99 (part); LW 543 + 544
(part); Petersen & von Luschau, Reisen I 155, no.’s 131-133
(part); Diehl & Cousin, BCH 9, 1885, 437-474; OGIS 441, ll.
1-129; Abbott & Johnson no. 17; SEG 19, 654; *Sherk 18; SEG 29,
1076; **IStratonikeia 505 (PH, part) (ll. 17, 17a, 46, 48a, 78,
88).
[ ]
Sherk 18
| 1 | [Λεύκιος Κορνήλιος Λ]ευκίου [υἱὸς] Σύλλας Ἐπαφρόδιτος |
| [δικτάτωρ Στρατονι]κέων ἄρ[χο]υσι βουλῆι δήμωι χαίρειν· | |
| [οὐκ ἀγνοοῦμεν ὑμᾶς] διὰ προ[γ]όνων πάντα τὰ δίκαια | |
| [πρὸς τὴν ἡμετέρα]ν ἡγεμ[ον]ίαν πεποιηκότας καὶ ἐν | |
| 5 | [παντὶ καιρῶι τὴν πρὸς ἡ]μᾶς πί[σ]τιν εἰλικρινῶς τετηρηκότας |
| [ἔν τε τῶι πρὸς Μιθραδά]την π[ο]λέμωι πρώτους τῶι εν τῆι | |
| [Ἀσίαι αντιτεταγμένους κα]ὶ διὰ ταῦτα κινδύνους πολλούς | |
| [τε καὶ παντοδαποὺς] ὑπὲρ τῶν ἡμετέρων δημοσίων | |
| [πραγμάτων προθυμό]τατα ἀ[ν]αδεδεγμένους | |
| 10 | [—] καὶ τ[οὺς κοινοὺς] καὶ τοὺς ἰδιωτικοὺς |
| [φιλίας ἕ]νε[κεν π]ρὸς ἡμᾶς εὐνοῖάς τε | |
| [καὶ χάριτος, καὶ ἐν τῶι τοῦ πολέ]μου καιρῶι πρός τε | |
| [τὰς ἄλλας τῆς Ἀσίας πόλεις πεπρ]εσβευκότας καὶ πρ[ὸ]ς | |
| [τὰς τῆς Ἑλλάδος —] | |
| 15 | Λεύκιος Κορ[νήλιος Σύλλας Ἐπαφρόδιτος δικτ]άτωρ |
| Στρατο[νικέων ἄρχουσι βουλῆι δήμωι χαίρειν·] | |
| πρεσβευταῖς ὑμ[ετέροις τὸ γενόμενον ὑπὸ συγκλήτ]ου δόγμα | |
| 17a | τοῦτο [παρέδωκα.] |
| 18 | Λεύκιος Κορνήλι[ος Λευκίου υἱὸς Σύλλας Ἐπαφρόδιτος δικτ]άτωρ |
| συγκλήτωι συ[νεβουλεύσατο πρὸ ἡμερῶν ἓξ κα]λανδῶν | |
| 20 | Ἀπριλίων ἐν τῶ[ι κομετίωι·] γραφομένωι παρῆσαν Γ]άϊος |
| Φάννιος Γαΐου [υἱὸς —, Γ]άϊος | |
| Φονδάνιος Γαΐ[ου υἱὸς —. περὶ ὧν Στρατονικε]ῖς ἐκ Χρυ- | |
| σαο[ρέων] | |
| Παιώνιος Ἱερ[οκλέους, —] | |
| 25 | Ἑκαταῖος Πα[—] |
| Διονύσιος Ε[— πρεσβευταὶ λόγους ἐποιή]σαντο | |
| συμ[φώνως καὶ ἀκολούθως τῶι Στρατονικέων ψηφίσματι] | |
| [ἀξιοῦντες συνήδεσθαι ἐπὶ τῶι τ]ὰ δημόσια πράγ[ματα τ]οῦ δήμου | |
| [τοῦ Ῥωμαίων ἐν βελτίονι κα]ταστάσει εἶναι· | |
| 30 | [ὅπως χρυσοῦν στέφανον παρὰ τῆς ἰ]δίας πόλεως τῆι συγκλήτωι |
| [ἀναθεῖναι ἐξῆι ἀπὸ ταλάντων δ]ιακοσίων, | |
| [θυσίαν τε ἐν τῶι Καπετωλίωι ὅπως] ποιῆσαι ἐξῆι ὑπὲρ τῆς ν[ίκ]ης | |
| [καὶ τῆς ἡγεμονίας τοῦ δήμου τοῦ] Ῥωμαίων, | |
| [ὅπως τε τὸ λοιπὸν Λευκίωι Κορνηλίωι Λ]ευκίου υἱῶι Σύλλαι Ἐπαφροδίτωι | |
| 35 | [δικτάτορι φαίνηται Στρατονικέων] δήμωι φιλανθρώπως κεχρῆσ[θ]αι· |
| [ἐπεί τε ὁ δῆμος ἐν τῶι καιρῶι τῆς εἰρήν]ης συνετήρησεν τὴν ἰδίαν | |
| [εὔνοιάν τε καὶ πίστιν καὶ φιλίαν] πρὸς τὸν δῆμον τὸν Ῥωμαίων | |
| [καὶ πρῶτος τῶν ἐν τῆι Ἀσίαι, ὅτε Μιθρ]αδάτης ἐν αὐτ[ῆι] | |
| [δεινότατα ἐτυράννευεν, προείλετο ἀν]τιτετάχθαι· | |
| 40 | [ἐπεὶ δὲ ὁ βασιλεὺς ἐπὶ τὴν πόλιν ἐπῆλθεν,] ἑλὼν δ’ ἐκράτησ[ε]ν |
| [—] | |
| [— Λευκίωι Κορνηλίωι Λευκίου υἱῶι Σύλλαι] | |
| δικτάτορι ἐπι[τάξαντι —] | |
| [κ]αὶ ἐπεὶ ὁ δῆμος [συνετήρησεν ἀεὶ τὴν ὑπάρχουσαν αὐτῶι] | |
| 45 | εὔνοιαν καὶ πί[στιν] καὶ συμμαχί[αν πρὸς τὸν δῆμον τὸν Ῥωμαίων, τὰ ἴ]- |
| [δια πράγματα κ[ατὰ τ]ὴν προαίρεσιν α̣[ὐτῶν διοικήσας, καὶ Μιθραδάτηι] | |
| πόλεμον ἐπο[ίησε, κα]ὶ τὸν ἴδιον δη[λώσας θυμὸν προθυμότατα ἀντετάχθη] | |
| τῆι βασιλικῆι β[ί]αι καὶ δυνάμει [—] | |
| 48a | [—] |
| 49 | [δικαίοις τε κ]αὶ νόμοις καὶ ἐθισμ[οῖς τοῖς ἰδίοις, οἷς ἐχρῶν]- |
| 50 | [το ἐπάν]ω, ὅπως χρῶνται, ὅσα τε [ψηφίσματα ἐποίησαν τού]- |
| [του τοῦ πο]λέμου ἕνεκεν, ὃν πρὸς βασ[ιλέα Μιθραδάτην ἀνέδειξαν] | |
| [ὄπως τ]αῦτα πάντα κύρια ὦσιν· | |
| [Πήδασόν τε?,] Θεμησσόν, Κέραμον, χωρία κώμας λιμένας προσό]- | |
| [δους τε τῶν] πόλεων, ὧν Λεύκιος Κορν[ήλιος Σύλλας αὐτοκράτωρ] | |
| 55 | [τῆς τούτων] ἀρετῆς καταλογῆς τε ἕ[νεκεν προσώρισεν συνεχώρη]- |
| [σεν, ὅπως τ]αῦτα αὐτοῖς ἔχειν ἐξ[ῆι·] | |
| [τὸ ἱερὸν τῆς] Ἑκάτης ἐπιφανεστά[της καὶ μεγίστης θεᾶς, ἐκ πολ]- | |
| [λοῦ τε τι]μώμενον καὶ πολλα[—] | |
| [τό τε τέμεν]ος, ὅπως τοῦτο ἄσυ[λον ὑπάρχηι·] | |
| 60 | [περί τε τῶν ἀ]π[ολωλ]ότ[ων αὐτοῖς ἐν τῶι πολέμωι, ὅπως] |
| ἡ σ[ύγ]κλ[ητος τῶι ἄρ]χοντ[ι τ]ῶι εἰς Ἀσίαν πορευομένωι ἐντολὰς | |
| δῶι, ἵνα φρο[ντίσ]ηι καὶ ἐπιστροφὴν ποιήσηται, ὅπως τὰ ἐμφανῆ | |
| αὐτοῖς ἀποδοθῆναι φροντίσηι, τούς τε αἰχμαλώτους | |
| κομίσωνται περί τε τῶν [λ]οιπῶν ἵνα τύχωσι τῶν δικαίων· | |
| 65 | ὅπως τε πρεσβευταῖς τοῖς παρὰ Στρατονικέων εἰς Ῥώμην |
| παρεσομένοις ἐκτὸς τοῦ στίχου οἱ ἄρχοντες σύγκλητον διδῶσ[ιν·] | |
| περὶ τούτου τοῦ πράγματος οὕτως ἔδοξεν· πρεσβευταῖς | |
| Στρατονικέων κατὰ πρόσωπον ἐν τῆι συγκλήτωι φιλανθρώ- | |
| πως ἀποκριθῆναι, χάριτα φιλίαν συμμαχίαν ἀνανεώσασθαι, | |
| 70 | τοὺς πρεσβευτὰς ἄν[δρα]ς καλοὺς καὶ ἀγαθοὺς καὶ φίλους |
| συμμάχους τε ἡμε[τέρο]υς παρὰ δήμου καλοῦ καὶ ἀγαθοῦ | |
| καὶ φίλου συμμάχου [τε ἡμ]ετέρου προσαγορεῦσαι ἔδοξεν. | |
| περί τε ὧν οὗτοι οἱ [πρεσβευ]ταὶ λόγους ἐποιήσαντο καὶ περ[ὶ ὧν] | |
| Λεύκιος Κορνήλι[ος Σύλλα]ς Ἐπαφρόδιτος Δικτάτωρ λόγο[υς] | |
| 75 | [ἐποιήσατο, γνωστὸν εἶναι Ῥω]μαίοις [κατὰ τὰς ἀποσταλείσς] |
| [παρ]ὰ τῶν Ἀσίαν τήν τε Ἑλλάδα [διακατασχόντων τῶν τε ἐν] | |
| [ταύτα]ις ταῖς ἐπαρχείαις πρεσβευ[τῶν γεγενημένων ἐπιστολὰς] | |
| [τοὺς] Στρατονικεῖς τήν τε φιλίαν κ[αὶ πίστιν καὶ εὔνοιαν πρὸς τὸν] | |
| [δῆ]μον τὸν Ῥωμαίων διὰ τέλους [ἐν καιρῶι εἰρήνης πολέμου] | |
| 80 | [τε] <ἀ>εὶ συντετηρηκέναι στρατιώ[ταις τε καὶ σίτωι καὶ μεγάλαις] |
| [δαπάν]αις τὰ δημόσια πράγματα [τοῦ δήμου τοῦ Ῥωμαίων] | |
| [προ]θυμότατα ὑπερησπικέναι π[—] | |
| [․․]υς ὑπὲρ τῆς μεγαλοφροσύνη[ς τῆς ἑαυτῶν αὐτοῖς συμπε]- | |
| [πολ]εμηκέναι τοῖς τε βασιλέω[ς Μιθραδάτου ἡγεμόσιν] | |
| 85 | [δυν]άμεσίν τε ἐπανδρότατα πε[ρὶ τῶν πόλεων τῆς Ἀσίας καὶ] |
| [τῆς] Ἑλλάδος ἀ[ν]τιτετάχθαι· | |
| [περὶ τούτων τῶν πραγμάτων οὕτως ἔδοξεν· ἀρέσκειν τῆι συγ]- | |
| [κλήτωι ἀνδρῶν ἀγαθῶν Ῥ]ωμαίων [τε ἀπο]μνημ[ονεύειν καὶ προ]- | |
| [νοεῖν ὅπως Λεύκι]ος Κορνήλιος Σύλλας Ἐπαφρόδιτ[ος] | |
| 90 | [δικτάτωρ τὸν ἀν]τιταμίαν ξένια αὐτοῖς κατὰ τὸ διάτα[γμα δοῦ]- |
| [ναι κελεύσῃ, οἷς] τε νόμοις ἐθισμοῖς τε ἰδίοις πρότερον | |
| [ἐχρῶντο, τού]τοις χράσθωσαν· | |
| [ὅσους τε νόμους αὐτο]ὶ ψηφίσματά τε ἐποίησαν τούτου τοῦ [πολέ]- | |
| [μου ἕνεκεν τοῦ πρ]ὸς Μιθραδάτην γενομένου, ἵνα τούτο[ις ταῦτα] | |
| 95 | [πάντα κύρια ὑπάρ]χωσιν· ἅς τέ τινας τῆς τούτων ἀρετῆ[ς καταλο]- |
| [γῆς τε ἕνεκεν μετ]ὰ συμβουλίου γνώμης Λεύκιος Σύλ[λας αὐ]- | |
| [τοκράτωρ τοῖς αὐ]τοῖς προσώρισεν συνεχώρησεν [πολιτεί]- | |
| [ας προσόδους χω]ρία κώμας λιμένας τε τούτο[ις, ἵνα ταῦτα | |
| [αὐτοῖς ἔχειν ἐξῆι· τό]ν τε δῆμον τὸν Ῥωμαίων [—] | |
| 100 | [— προση]κόντως ἀξίως τε αὐτ[οῦ —] |
| [—] τά τε Στρατονικεῦσιν [ἐψηφισμένα? —] | |
| [—] ἀποδεκ[τὰ ὑπάρχει]ν δεῖν· | |
| [ὅπω]ς τε Λεύκιος Κορνήλι[ος Σύλ]λας Ἑπαφρόδιτος δικτάτ[ωρ, ἐὰν αὐτῶι] | |
| [φα]ίνηται, ἅς αὐτὸς αὐτοκράτωρ Στρατονικεῦσιν πολι[τείας] | |
| 105 | [κ]ώμας χώρας λιμένας τε προσώρισεν, ἐπιγνῶι διατάξη[ι ὅσας ἑκάστη] |
| προσόδους Στρατονικεῦσιν τελῆι· | |
| [ἐά]ν τε διατάξηι, πρὸς ταύτας τὰς πολιτείας, ἅς Στρ[ατονικεῦσιν] | |
| προσώρισεν, γράμματα ἀποστείληι, ἵνα τοσοῦτον τ[έλος] | |
| Στρατονικεῦσιν τελῶσιν· | |
| 110 | [τ]οῦτό τε, οἵτινες ἄν ποτε ἀεὶ Ἀσίαν τήν τε Ἑλλάδα ἐ[παρχείας] |
| [δια]κατέχωσιν, φροτίζωσιν διδῶσίν τε ἐργασίαν, ἵν[α ταῦτα] | |
| [οὕτως γίν[ω]νται. | |
| τὸ [ἱερ]ὸν τῆς Ἑ[κάτης] ὅπως ἦ[ι ἄσυλον·] | |
| ἀνθύπατος ὅστις ἂν ἀεὶ Ἀσίαν ἐπ[αρχείαν] | |
| 115 | διακατέχηι, ἐπιγνώτω ἅτινα αὐτοῖς ἄ[πε]στιν. |
| οἵ τέ τινες ταῦτα διήρπασαν, οἵ τέ τινε[ς δ]ιακατέ- | |
| χουσιν αὐτά, ἵνα παρ’ αὐτῶν ἀποδοθῆναι ἀποκατα- | |
| σταθῆναι φροντίσηι· ἵνα τε τοὺς αἰχμαλώτους | |
| ἀνακομίσασθαι δύνωνται· ὑπέρ τε τῶν λ[ο]ιπῶν | |
| 120 | πραγμάτων τῶν δικαίων τύχωσιν ο[ὕ]τ[ω κα]θὼς ἂν |
| αὐτοῖς ἐκ τῶν δημοσίων πραγμάτ[ων πισ]τεώς | |
| τε τῆς ἰδίας φαίνηται· ἔδοξεν. | |
| στέφανόν τε τὸν παρὰ τοῦ δήμου [τῆι συγκλήτωι] | |
| ἀπεσταλμένον, οὗ ἂν Λεύκιος [Κορνήλ]ιος | |
| 125 | Σύλλας Ἐπαφρόδιτος δικτάτ[ωρ] |
| [ἡγ]ῆται [ἀγαθὸν ὅπως ἀναθεῖναι αὐτοῖς] | |
| [ἐξῆι, θυσίαν τε ἐν τῶι Καπετωλίωι ἂν θέ]- | |
| [λωσιν ὅπως αὐτοῖς ποιῆσαι ἐξῆι·] | |
| [τοῖς τε πρεσβευταῖς παρὰ Στρατονικέων εἰς] | |
| 130 | [Ῥώμην παρεσομένοις ἔδοξε σ]ύγκλητον |
| [ὑπὸ τῶν ἀρχόντων ἐκτὸς τοῦ στίχου δίδ]οσθαι· [ἔδοξεν.] |