End of letter of Olympichos to Mylasa concerning status of Labraunda, on anta-block; c. 220 BC; found at Labraunda: Persson, Illustrated London News Jan. 1949, p. 85 (PH) (part) (non vidi); Vogliano, Acme I 1948, 389-390 (part); **BE 1950:182 (part) (part B, ll. 3-4); Crampa, Labraunda I 2 pp. 130-132, no. 8 (PH) (part); BE 1965:368; *ILabraunda 6 (PH); BE 1970:547; **Habicht, Gnomon, 44, 1972, 165-166 (part B, ll. 4-5); BE 1972:422; BE 1984:437; Piejko, OAth 18:9, 1990, 136-137.  
[ ] ILabr 6
1.1 [․c.5․][․․․․․․c.16․․․․․․ περὶ τῶν δεδογμένων?]
[τῶι δή]μ̣ωι ἀπο̣[στείλετε τῶ]ι̣ βασ̣ι̣[λ]ε̣[ῖ Φιλίππωι]
[ἐπιστο]λ̣ή̣[ν ․c.5․ τό τε] ψ̣ή̣φ̣ι̣[σ]μ̣α̣ [ἀ]π̣έ̣δ̣[ωκάν μοι κα]-
[θ’] ὃ σύ̣[μπ]α̣[ντας? ἐ]ψ̣η̣φ̣ί̣[σ]ασθε τ̣ο̣ύς τ̣ε̣ πολ̣ί̣τ̣α̣[ς καὶ]
5 [τ]ο̣ὺς ἄλλου̣ς τοὺς ἐκ̣τ̣[ημένους] ἐ̣ν̣ τ̣ῆ̣ι̣ χώραι σ[τεφα]-
ν̣ηφορῆ̣σ̣αι ἐπὶ τῆι ἀποκατ[αστάσει τῶν] πατρώ[ιων]
ἱερῶν καὶ θυσίαν προσαγαγε[ῖν ὑπ]έρ τε τοῦ βα[σι]-
λέως Φιλίππου καὶ ὑπὲρ ἡ̣μ[ῶν Δ]ιῒ Ὀσογωι καὶ Διῒ [Λα]-
βραύνδωι καὶ Διῒ Ἐλευθερί[ωι κ]α̣ὶ εὐχὰς ποιήσα[σθαι]
10 τὸν στεφανηφόρον καὶ το[ὺς ἱερεῖς] καὶ τὰς ἱερ[ε]ί̣α̣[ς]
θεοῖς πᾶσι καὶ πάσαις καθ’ [ἱ]ε̣ρ̣[ῶν] τ̣ῶν νομιζομέ-
νων, καθότι διὰ τοῦ ψηφίσματ̣[ος ἐ]δηλώσατε̣, καὶ [αὐ]-
τοὶ ἀσπασάμενοί με ὑπὲρ τοῦ δή̣[μ]ου̣ καὶ συν-
ησθέντες ἐπὶ τῶι ὑγιαίνειν καὶ̣ ἐ̣μ̣ὲ̣ καὶ τὴν γυναῖ-
15 κα Νίκαιαν καὶ τὰ τέκνα̣ [ἀ]πέδ̣ω̣[καν] τὴν [πα]ρὰ τοῦ
βασιλέως ἐπιστολὴ̣ν̣ καὶ̣ [παρ]εκάλ[ου]ν, ὥσπερ
καὶ πρότερον εὐεργε[τ]εῖ̣[ν τὴν πατρί]δα προαιρού-
[μ]ενος̣, ἧ̣ι̣ συναίτι̣[ος ἐγενόμην τοῦ] τ̣ὴ̣ν πόλιν ἀπο-
[—]
2.0 [․․․․․․․․․․․․․c.31․․․․․․․․․․․․․․· ἔγραψα δὲ]
καὶ τῶι βασιλεῖ̣ [Φιλίππωι διὰ μακροτέρων? συνδιατη]-
ρῶν ὑμῖν, ὥσπερ ὤιε[σθε δεῖν, τὸ ἱερόν, καὶ γράψαντός]
μοι τοῦ βασιλέως ποιήσα̣[σθαι τὴν παράδοσιν αἱρού]-
μενος ἀκολουθεῖν τοῖς τε ὑ[μετέροις ψηφίσμασιν?]
5 καὶ τοῖς ὁρκίοις οὓς ἐποιησάμη[ν, καθότι ήξιοῦτε?, ἀποκα]-
θίστημι ὑμῖν τό τε ἱερὸν τοῦ Διὸς̣ [τοῦ Λαβραύνδου καὶ]
τὸν τόπον καὶ τὴν χώραν καὶ Πέτραν̣ [τὴν πρὸς Λαβραύν]-
δοις καὶ τὰς προσόδους τὰς κατὰ Λαβράυ̣[ν]δ[α πάσας,]
καθότι ὑμῖν καὶ πρότερον ἐγεγράφειν· ὑποτέ[ταχα δὲ]
10 καὶ τῆς παρὰ τοῦ βασιλέως γραφίσης μοι περὶ τ[ούτων]
ἐπιστολῆς τὸ ἀντίγραφον, καὶ τοῖς πρεσβευταῖς [αὐτὸς δι]-
αλεγεὶς ἐντέταλμαι ἀπαγγέλλειν ὑμῖν τὰ πα[ρ’ ἐμοῦ.]
vacat ἔρρωσθε. vacat
Search Help