Letter of Olympichos to Mylasa announcing dedication of lands to Zeus Osogo, on stele; c. 235 BC, inscribed II2; found at Labraunda: *ILabraunda 8.B (PH); **BE 1970:549 (l. 20, 24); Piejko, OAth 18:9, 1990, 137.  
[ ] ILabr 8B
10 Ὀλύππιχος τῆι βουλῆι καὶ τῶι δήμωι χ[αίρειν· προαιρούμενοι]
[ε]ὐεργετεῖν ἐν παντὶ καιρῶι τὰ μέγιστα τὴν πα[τρίδα οὐθενὸς οὐδέποτε]
ἀπέστημεν τῶν εἰς δόξαν καὶ τιμὴν ἀνηκόν[των μεγάλους ὑποστάντες ὑ]-
πὲρ ὑμῶν κινδύνους· παραλαβόντες γὰρ τὴν [ὑμετέραν πόλιν τὴν φρου]-
ρὰν ἐκ τῆς ἄκρας ἐξαγαγόντες ἐλ̣ευθέραν̣ [καὶ] δη̣μ̣οκρατουμένην ἀπο-
15 κ̣ατεστήσαμεν ὑμῖν· α̣ἱρού̣[μ]ε̣ν̣[οι δ’ ἐν οὐθε]ν̣ὶ δ[ε]ύτεροι εἶναι τῶν εὐεργετη̣-
σά̣ντω̣ν̣ π̣ο̣[τὲ τὴν πό]λιν, τ̣ά̣δ̣ε βουλόμενοι ὑμῖν τε χαρίζεσθαι καὶ τὰ ἱε-
[ρὰ τὰ ἐν τ]ῆ̣ι̣ πατρίδι αὔξειν· τ̣ὰς ὑπαρχούσας ἡμῖν γέας πάσας κα̣ὶ τοὺς
[παραδεί]σ̣ους καὶ τὰς ἐν τούτοις ἐπούσας ο̣ἰκήσεις καὶ τὰ προσκύροντα̣
[πάντα] τ̣αῖς γέαις ταύταις κατὰ τὰς προϋπαρχ̣ούσας ὁμ̣ουρείας ἃ εἰώνημα̣[ι]
20 [παρὰ β]ασιλίσσης Λαοδίκης, ἀνατίθημι τῶι Διῒ τῶι Ὀσογωι τ̣άδε, καὶ ἡ ἀ̣π̣ὸ το̣[ύ]-
[των] πρόσοδος ὑπάρχηι τῶι θεῶι ἐς τὸν ἅπαντα χρόνον καὶ καταναλίσ-
[κη]ται εἰς τὴν κατὰ μῆνα γινομένην παν<ήγυριν> τῶι Διΐ, καὶ τὰ ἀνατεθέντα ὑ̣φ̣’ ἡ-
[μ]ῶν ἐμ μνήμηι καὶ τηρήσει ἦι, καὶ ἡ πρόσο̣δος αὔξηται· καλῶς ἂν ποιή̣σαι-
[τ]ε ψηφισάμενοι μισθῶσαι αὐτὰ εἰς πατρικὰ τακτοῦ καὶ ἀναγ̣ράψαι̣
25 τ̣ὰ ὑφ’ ἡμῶν γραφέντα ἔν τε τῶι ἱερῶ[ι] τοῦ Δι{ι}ὸς {²⁶Διὸς}²⁶ Οσογω καὶ ἐν τῶ̣ι ἱε̣ρ̣ω̣ι̣ τοῦ
[Δ]ιὸς Λαβραύνδου ἐν τοῖς ἐπιφανεστάτοις τόποις. v3 ἔρρ[ωσθε.] vacat
Search Help