First copy of letter of Olympichos to Mylasa confirming city’s right to Labraunda, on anta-blocks; 240 BC?; found at Labraunda, text same as that of Labraunda 39: *ILabraunda 3 (PH); BE 1970:544; **Roesch, RA 1971, 354 (ll. 26, 31); **Habicht, Gnomon 44, 1972, 164-165 (l. 9, 21-23); BE 1972:419,422; Piejko, OAth 18:9, 1990, 135.  
[ ] ILabr 3
1 [․․․․․․․․․․․c.26․․․․․․․․․․․] κ̣α̣ὶ̣ ὁ̣ δῆμος εὐχαρ̣[ισ]-
[τος] ὢν π̣ει̣ράσ̣ε̣[τα]ι̣ [ἀπ]ο̣δ̣ι̣δόν̣α̣ι μοι τὰ̣ς καταξίας τι-
[μάς;]  ἐ̣πέδειξ̣α̣ν δ̣ὲ̣ ἡμε̣ῖν οἱ πρε<σ>βευταὶ καὶ χρηματισ-
[μο]ὺ̣ς ἄλλους̣ τε κ̣αὶ τὰ παρὰ Σώφρονος γραφέντα πρὸ[ς]
5 [ὑμ]ᾶς κ̣αὶ Πτολεμ̣[α]ίου τοῦ ἀδελφοῦ βασιλέως Πτολε-
]α̣ίου, ὁμ̣οίω̣ς δὲ̣ καὶ τὰ̣ μετὰ ταῦτα οἰκονομηθέντα ὑφ’ ἡ-
[μ]ῶ̣ν̣, κα[θ’] ὃ̣ν̣ κ̣[αιρ]ὸ̣[ν] ἔγραψ̣εν ἡμῖν ὁ βασιλεὺς Σέλευκος
[ἐ]λ̣ε̣υ[θ]ε̣[ρῶσ]α̣ι ὑμῶν τὴν πόλιν, καὶ τοῦ ὅρκου τὸ ἀντίγρα̣-
[φον αὐτοὶ κατεχ[ω̣[ρίσ]α̣μεν τῶι δήμωι, ἐν ὧι ἐγεγρά-
10 [φειν τά τε ἄ]λλ̣α̣ κα[ὶ] ὅ̣τι συνδιατηρήσω Μυλασεῦσιν,
[κ]α̣[θ]ό̣[τι] ἀ̣[ξι]ο̣ῦ̣σ̣ι, τὰ ὑπάρχοντα αὑτοῖς ἐν τῆι χώραι τά τ̣ε̣
[ἱερ]ὰ̣ κ̣α̣τ̣ὰ̣ τὸ ἱε[ρο]ν̣ τὸ τοῦ Διὸς τοῦ Λαβραύνδου καὶ τἆλλα
[π]άντα κ̣αὶ τὴν̣ χώρ̣α̣ν τήν τε κατὰ <Λ>αβ̣ρ̣άυνδα καὶ τὴν ἄλλην τ̣[ὴν]
[ο]ὖ̣σ̣α̣ν̣ [α]ὐ̣τ̣[ῶν] κ̣α̣ὶ τὰ λοιπὰ τὰ ἐπικεχωρημένα πάντα, κ̣[αὶ]
15 [α]ὐτοὶ δ̣ι̣ε̣λ̣έγ̣ησα̣ν μετὰ πάσης σπουδῆς ἀκολούθως̣
[τ]οῖς γεγρ̣α̣μ̣μένοι̣ς, συμπαρόντος καὶ Κόρρι τοῦ ἱερέως·
[ἐ]π̣ε̣ὶ οὖν [καὶ οἱ] π̣α̣ρ̣’ ὑ̣μῶν πρεσβευταὶ ἐδίδαξαν ἡμᾶς
[δι]ὰ π[λ]ε[ιόνω]ν̣ ὡ̣ς ὁ Κόρρις μὲν ψευδῶς ἦν γεγραφεικὼς
[ἐ]π̣ι̣σ̣τ̣[ολὴν] πρὸς̣ τ̣ὸν βασιλέα, ὁ δῆμος δὲ τά τε γέρα v3
20 [οὐδέποτ’ οὐκ ἐ]δ̣[ε]δ̣ώ̣κ̣ε̣ι̣ α̣ὐ̣τ̣ῶ̣ι̣ κ̣α̣ὶ̣ τὴν̣ ἱ̣[ερὰν χ]ώ̣ρ̣α̣ν̣ δ̣[ι]-
[οικεῖν ἐᾶι αὐτὸν διὰ προγόνων καὶ τἆλλα ὑπηρετεῖ προ]-
[θύμως βουλόμενοι τὰ τἆλλα καὶ ὅτι?] ὁ̣ Κόρρις [ψευδῶς ἦν]
[δεδηλωκὼς τὰ γέρα ἀ]φ̣ε̣ι̣ρούμενος ὑ̣φ̣’ ὑ̣μ̣ῶν, δ̣ι̣δ̣άξ̣αι, πρὸς
[τὸν βασιλέα ἡμεῖ]ς γεγράφαμεν ἐπιστο̣λ̣ήν, ἧς κ̣αὶ ὑμῖν
25 [ὑποτέτακ]τ̣αι τὸ ἀ̣ν̣τίγραφον, καὶ ἐπίστασθ̣ε̣ ὅτι καὶ πρότε-
[ρόν τ]ε̣ [κατὰ τ]α̣[ὐ]τ̣ὰ̣ ὑμῖν διετελοῦμεν διαφυλάσ<σ>οντες καὶ v
[εἰς τὸ λοιπὸν τὰ] ὑπάρχοντα ὑμῖν τά τε κατὰ τὸ ἱερὸν τοῦ Διὸς
[τοῦ] Λ̣[αβρα]ύ̣ν̣δ̣ο̣υ̣ κ̣αὶ τὴν χώραν καὶ τἆλλα κατὰ τὰ συνκεχω-
[ρημένα] κ̣α̣ὶ τοὺς ὅρκους οὓς ὠμόσαμεν τῶι δήμωι, καὶ πειρα-
30 σ̣ό̣μ̣ε̣θ̣α̣ σ̣υνδιατηρεῖν ὑμεῖν τήν τε δημοκρατίαν καὶ τὴν χώ-
[ρ]α̣ν̣ κ̣α̣ὶ̣ [π]ά̣[ν]τ̣α̣, καθότι ὤιεσθε δεῖν, καὶ ἐν τοῖς ἄλλοις οὐθενὸς
ἀποστησ̣όμεθα τῶν τῶι δήμωι συμφερόντων· περὶ αὐτῶν
δ̣ὲ τούτων καὶ τοῖς πρε<σ>βευταῖς ἐντετάλμεθα ἀπαγγέλ-
λειν ὑμῖν. vacat ἔρρωσθε.  vacat
35 vacat
Search Help
Contact Us