Honorary decree (of Smyrna) for Xenokritos Xenokritou and
Hagesikrates [ ... ], foreign judges from Knidos, on limestone
stele; III2/II1?; found at Knidos: Schwarzenberg, BJ 169,
1969, 89-92; Engelmann, ZPE 5, 1970, 289-291; Herrmann, ZPE 7,
197169-72 (PH); BE 1971:630; *ISmyrna 578.
1 | [καλεῖν δ’ αὐτοὺ]ς καὶ εἰς προδερίαν̣· ὑπάρχει̣ν̣ δὲ [αὐτοῖς] |
[καὶ ἔφοδον ἐπὶ τὴν β]ουλὴν καὶ τὸν δῆμον· στῆσαι δὲ κα̣ὶ̣ ἑ[κα]- | |
[τέρου αὐτῶν εἰκόνα] χαλκῆν ἐπὶ βήματος μαρμαρίνου ἐν τ[ῶι] | |
[ἱερῶι τῆς Ἀφροδί]της τῆς Στρατονικίδος καὶ ἐπιγρα[φὴν γραφῆ]- | |
5 | [ναι τήνδε· ὁ δῆμ]ος Ξενόκριτον Ξενοκρίτου καὶ Ἁγησικράτ[ην] |
[․․․c.10․․․ τ]οὺς πεμφθέντας πρὸς αὐτὸν ὑπὸ Κ̣ν̣[ι]δί[ω]ν [δι]- | |
[καστὰς ἀρετῆ]ς ἕνεκεν καὶ δικαιοσύνης καὶ εὐνοίας τῆς εἰς [ἑαυτόν.] | |
[περὶ δὲ πολιτείας] αὐτοῖς τε καὶ τοῖς ἐκγόνοις αὐτῶν τοὺς [στρα]- | |
[τηγοὺς καὶ τῶν ἄ]λλων πολιτῶν τὸν βουλόμενον οἷς ἔξεστ[ιν] | |
10 | [γνώμην γράψ]αντας εἰσενεγκεῖν ἐν τῶι κατὰ τὸν νόμον χρόνω[ι·] |
[ἵνα δὲ καὶ] ἐγ Κνίδωι ὑπάρχῃ ὑπόμνημα τῆς τε τῶν προγε- | |
[γραμμένω]ν ἀνδρῶν ἀρετῆς καὶ φιλαγαθίας [κ]α[ὶ] τῆς τοῦ δή- | |
[μου πρὸ]ς τοὺς ἀξίους εύχαριστίας, τοὺς ἀποδεδειγμέ- | |
[νους εἰς] Κνίδον πρέσβεις κατὰ τὸ προκεκυρωμένον ὑπὲρ τ[ῶν] | |
15 | [τιμῶν τ]ῶι δήμωι τῶι Κνιδίων ψήφισμα ἀνενεγκεῖν εἰς Κνίδον |
[καὶ τό]δε τὸ ψήφισμα καὶ ἀναδ[ό]ντας αὐτὸ τοῖς ἄρχουσιν καὶ | |
[ἐπελ]θόντας ἐπὶ τὸν δῆμον ἀξιοῦν καὶ παρακ[α]λεῖν Κνιδίου[ς] | |
[εὔν]ους ὑπάρχοντας καὶ φίλους τοῦ δήμου [ἐπι]μέλειαν πο[ι]- | |
[ήσ]ασθαι, ὅπως Ξενόκριτος καὶ Ἁγησικράτης στεφανωθῶσ[ιν] | |
20 | [πα]ρ’ αὐτοῖς ἐν τῶι θεάτρωι Διονυσίων τῶι ἀγῶνι τοῖς στεφά- |
[ν]οις οἷς ὁ δῆμος ἐψήφισται, καὶ στεφανωθέντ[ες] ἀναγορευ[θῶ]- | |
[σ]ιν ὅτι ὁ δῆμος ὁ Ζμυρ[να]ίων στεφανοῖ [ἑκ]άτερον αὐτῶν χρυ- | |
σῶι στεφάνωι ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης, προσαναγορευ- | |
θῶσιν δὲ καὶ αἱ ἄλλαι τιμαί, ἃς ἐψήφισται ὁ δῆμος· ἀναγορεύ- | |
25 | ωνται δὲ καὶ καθ’ ἕκ̣[α]στ[ο]ν ἔτος αἱ τι[μαὶ] Διονυσίων τῶι ἀ- |
γῶνι· προνοῆσαι δὲ καὶ ὅ[πω]ς τὸ ψ[ήφισμα] τόδε ἀνα[γ]ραφὲν | |
εἰς στήλην [λιθίν]ην ἀνατεθ[ῆι] ἐ̣ν̣ ὧ̣ι̣ ἂ̣[ν α]ὐτοὶ κρίν[ωσιν] τόπωι. | |
εἰς δὲ τοὺς στεφάνους ἀγοράσαι τὸν ταμίαν τῶ[ν ὁ]σίων | |
μετὰ τῶν στρατ[ηγ]ῶν χρυσοῦς εἴ[κ]οσι, καὶ τῆς κατασκευῆς | |
30 | τῶν στεφάνων τὴν ἔγδοσιν [π]οιήσασθ[αι·] τὴν [δὲ] τι[μὴ]ν τοῦ |
χρυσίου καὶ τ[ὸ] εἰς τὴν κατασκευὴν τῶν στ[ε]φάν[ων ἀν]ή[λ]ωμα | |
δοῦναι τὸν τα[μί]αν τῶν ὁσίων [ἀ]πὸ τοῦ ἐψηφισμένου διαφόρου εἰς | |
τὰ ἀνηλώματα τ[ὰ] κατὰ τὸ ψή[φισ]μα τὸ γραφὲν ὑπὲρ τοῦ πορ[ι]σμοῦ ἐ̣[μ μη]- | |
νὶ Λαοδικεῶνι τῶι καθ’ ἔτος· τοὺς δὲ στε[φ]άνους παραδοῦναι το[ῖς ἀπο]- | |
35 | δεδειγμένοις εἰς Κνίδον πρεσβευταῖς· τὸ δὲ ψή[ψ]ισμα τ[όδ]ε ἀναγ̣εγ̣[ράφθαι.] |