Honorary inscription for Eirenaios Drakontomenous
hieroskopos, by patris; s2; found near Keramos: Paton & Hicks,
JHS 11, 1890, 121, no. 5; *IKeramos 31 (PH).
[ ]
IKeramos 31
| 1 | τύχηι ἀγαθῆι· |
| Εἰρηναῖον Δρακοντομένους | |
| τὸν γενόμενον ἱεροσκόπον | |
| ἡ πατρίς, καθὰ διετάξατο ὁ Εἰ- | |
| 5 | ρηναῖος ἐκ προδόματος τῆς |
| πρώτης εἰκοσαετίας ἧς ἐμί- | |
| σθωσεν στρατηγῶν Π(όπλιος) Αἴλιος | |
| Γλαύκιππος ἀγροῦ οὗ κατέλι- | |
| πεν τῇ πόλει ἐν τῇ Ὀλοσσίδι | |
| 10 | καλουμένου Ἔξω Ἀγροῦ κα- |
| τὰ τὴν κρίσιν τοῦ ἀξιολογω- | |
| τάτου λογιστοῦ Αὐρ(ηλίου) Διοδότο[υ,] | |
| στρατηγοῦντος Πο(πλίου) Αἰλ(ίου) Πρωτο- | |
| λέοντος, υἱοῦ Αἰλ(ίου) Θεμιστο- | |
| 15 | κλέους ἀσιάρχου καὶ χιλιάρχου, |
| ἐργεπιστατήσαντος τῆς ἀνα- | |
| στάσεως τοῦ ἀνδριάντος | |
| Ἀριστοκράτους τοῦ Λεοννάτο[υ] | |
| Μενεστράτου τοῦ καὶ Δημητ[ρί]- | |
| 20 | ου τοῦ εἰρηνάρχου, ἀνασταθέν- |
| τος τοῦ ἀνδριάντος στρατη- | |
| γοῦντος τὸ βʹ Θεομνήστου | |
| τοῦ Μελάντα Ἀπολλωνίδο[υ.] |