Honorary decree for [ ... ]s Drakontos; Hellenistic; found
near Keramos: *IKeramos 9 (PH); SEG 35, 1090.
[ ]
IKeramos 9
| 1 | [—]σ̣τ̣[—] |
| [— ἀνασταθῆναι δὲ αὐτοῦ — εἰκό]να ἀπὸ δραχ[μῶν] | |
| [— καὶ ἀναγραφῆν]αι ἐπὶ τοῦ βήματ[ος] | |
| [ὅτι ὁ δῆμος ἐτίμησεν —]ν Δράκοντος ἀρετῆς ἕν[ε]- | |
| 5 | [κεν καὶ εὐνοίας τῆς εἰς ἑαυ]τ̣όν· ὑπάρχειν δὲ αὐτῷ καὶ προ̣- |
| [εδρίαν ἐν πᾶσι τοῖς] ἀγῶσιν· ἀναγορεύεσθαι δὲ αὐτοῦ | |
| [καὶ τὰς τιμὰς κ]αθ’ ἕκαστον ἐνιαυτὸν ὑπὸ τοῦ ἀγωνο- | |
| [θέτου ἐν τῶι ἀ]γῶνι τῶι γυμνικῶι καλεῖσθαι δὲ αὐτὸν | |
| [ἐπὶ τὴν κοινὴν ἑσ]τίαν τοῦ δήμου ὑπὸ τοῦ στεφανηφόρου | |
| 10 | [κατ’ ἐνιαυτὸ]ν ἕκαστον ἐν τοῖς ταυροθυσίοις· στεφα- |
| [νοῦσθαι δὲ κ]αὶ ἐν τῶι πρώτωι ἀγῶνι τῶι Διονυσίων ὑπὸ | |
| [τοῦ ἀγωνοθέτ]ου καὶ ἀναγορεύεσθαι τὰς τιμὰς κατ’ ἐν[ι]- | |
| [αυτὸν ἕκαστο]ν· καὶ ἐπειδὰν μεταλλάξῃ τὸν βίον, ταφῆνα̣[ι] | |
| [αὐτὸν δημοσία]ι· θύεσθαι δὲ αὐτῶι κατ’ ἐνιαυτὸν ἕκαστον | |
| 15 | [ὑπὸ τῶν ἱερομ]νημόνων ἐν μηνὶ Ἡραίωι τῆι δωδεκάτηι τοῖς |
| [γενεθλίοις αὐ]τοῦ κριὸν ἐπὶ βωμοῦ τοῦ ἀποδειχθέν- | |
| [τος καὶ κατ]ατίθεσθαι ὑπ’ αὐτῶν ἆθλα παισὶν καὶ ἐ- | |
| [φήβοις· ἀναγ]ραφῆναι δὲ καὶ τὰς τιμὰς αὐτοῦ ἐν στή- | |
| [ληι λιθίνηι καὶ] ἀνατεθῆναι ἐν τῶι ἐπιφανεστάτωι | |
| 20 | [τόπωι· ἑλέσ]θαι δὲ καὶ ἄνδρας, οἵτινες τῆς τε τῶν τι- |
| [μῶν ἀναγρα]φῆς καὶ τῆς ἀναθέσεως τοῦ ἀνδριάν- | |
| [τος ποιήσο]νται πρόνοιαν. [vacat οἵδε] ᾑρέθησαν· | |
| [—] Ἀθηνοδώρου Μενέστρατος | |
| [—ο]υ καθ’ ὑοθεσίαν δὲ Διομήδου | |
| 25 | [—δ]ωρος Λέοντος, Ἄνδρων Θεαγένου |
| [ψῆφοι αἷς ἔδ]οξε δοῦναι τὰς τιμὰς ἐνακόσιαι | |
| [—] μία αἷς δὲ μὴ | |
| [ἑκατὸν τεσσ]αράκοντα? τέσαρες. |