Honorary decree for L[yki]skos Apollokleus; I; found at Keramos: Maiuri, ASAA 4-5, 1921-1922, 473, no. 19; SEG 4, 180; *IKeramos 7; **Crampa, Gnomon 60, 1988, 606 (ll. 1-2); SEG 36, 992.  
[ ] IKeramos 7
0 [ὁ δῆμος ὁ Κεραμιητῶν? ἐτίμησε]
Λ[υκί]σκον Ἀπολλοκλεῦς [εὐεργέτην χρυσῶι στεφάνωι,]
εἰκόνι χαλκῆι, προεδρίαι ἐν [τοῖς γ]υνμνικ[οῖς καὶ θυ]-
μελικοῖς καὶ σκηνικοῖς ἀγῶσιν, οἷς [ἂ]ν ἡ πόλις ποιῇ
πᾶσιν, ἀναγορεύσει τῶν τιμῶν κατ’ ἐνιαυτὸν ἐν πᾶσι
5 τοῖς προειρημένοις ἀγῶσιν, κλήσει ὑπὸ τοῦ στεφα-
νηφόρου ἐν τοῖς ταυροθυσίοις κατ’ ἐνιαυτὸν ἐπὶ τὴν
κοινὴν τῆς πόλεως ἑστίαν, θυσίαι κατ’ ἐνιαυτόν, καὶ
ἐπειδὰν μεταλλάξῃ τὸν βίον, ἐκφορᾶι καὶ ταφῆι δημο-
σίαι εὐσεβείας μὲν χάριν τῆς πρὸς τὸ θεῖον, ἀρετῆς
10 δὲ ἕνεκεν καὶ εὐνοίας καὶ δικαιοσύνης, ἧς ἔχων
διατετέλεκεν ἐν πᾶσιν τοῖς τῆς πόλεως καιροῖς.
Search Help
Contact Us