Honorary inscription for Zenon Agreophontos of Kaunos [by
demos of Kaunos,] on plain rectangular block; *Bean, JHS 74,
1954, 95-97, no. 37.b (PH); BE 1956:274c; SEG 14, 649.b.
| 0 | [ὁ δῆμος ὁ Καυνίων στεφανοῖ χρυσῷ] |
| στεφάνῳ, τειμᾷ δὲ καὶ εἰκόνι χαλκ[ῇ,] | |
| Ζήνωνα Ἀγρεοφῶντος τοῦ Ἀντιπ[ά]- | |
| τρου Καύνιον, ἄνδρα καλὸν καὶ ἀγαθὸν | |
| ἐκ προγόνων καλῶν καὶ φιλοδόξων, | |
| 5 | πατρὸς στεφανηφόρου, στεφανηφ[ο]- |
| ρήσαντα Βασιλέος τοῦ θεοῦ καὶ γυ- | |
| μνασιαρχήσαντα ἐκ τῶν ἰδίων καὶ | |
| ἱερασάμενον τῶν Σεβαστῶν καὶ στ̣<ρ>α̣- | |
| τηγήσαντα ἐπὶ τῆς πατρίου πολιτεί- | |
| 10 | ας κα̣ὶ̣ π̣ρεσβεύσαντα δωρεὰν πρὸς |
| Αὐτοκράτορα, ἀρετῆς ἕνεκεν καὶ εὐ- | |
| νοίας τῆς εἰς αὐτόν· τὴν δὲ ἀνάστα- | |
| σιν τοῦ ἀνδριάντος ἐποιήσατο | |
| ἐξ ἰδίου Διονυσία Ἀγρεοφῶντος | |
| 15 | vacat ἡ γυνὴ ❦ αὐτοῦ. |