Decree of Kaunos concerning posting decree of Zmyrna on stele, on large stele; II; found at Kaunos: *Hellenica 7, 171-188, ll. 96-103; BE 1950:179; Bean, JHS 73, 1953, 27, no. 7; SEG 12, 461.iv.  
[ ] Hellenica 7, 171-88.96-103
See also:
96 πρυτάνεις εἰσέδωκαν περὶ τοῦ ἀναγνωσθέντος ψηφίσματος τοῦ ἀπεσταλμένου ὑπὸ Ζμυρ-
ναίων καθότι ἐπαινοῦσιν τὸν δῆμον καὶ στεφανοῦσιν χρυσῶι στεφάνωι, ἐπαινοῦσιν δὲ καὶ
τοὺς δικαστὰς Ἀντιγένην Ἀπολλωνίου, Αἰνέαν Ἀρτεμιδώρου, Τιμοῦχον Εὐάρχου καὶ στεφ[α]-
νοῦσιν ἕκαστον αὐτῶν χρυσῶι στεφάνωι, στεφανοῦσιν δὲ καὶ τὸν γραμματέα Πυθίωνα Δη-
100 μητρίου θαλλοῦ στεφάνωι· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἑλέσθαι ἄνδρα ὃς μισθώσει κατα-
σκευὴν στήλης λιθίνης εἰς ἣν ἀναγραφήσεται τὸ ἀπεσταλμένον ψήφισμα παρὰ Ζμυρναί-
ων καὶ τὴν ἀνάθεσιν ποιήσεται ἐν τῶι τοῦ Ἀπόλλωνος ἱερῶι· ὅσου δ’ ἂν μισθωθῇ δ[ό]τωαν αὐτῶ[ι]
τὸ ἀργύριον οἱ ταμίαι ἐξ ἧς καθήκει προσόδου.  ᾑρέθη Ἀσκληπιάδης Ἀσκληπιαδου Περδικιάθεν.
Search Help