Decree of Kaunos concerning posting decree of Zmyrna on
stele, on large stele; II; found at Kaunos: *Hellenica 7,
171-188, ll. 96-103; BE 1950:179; Bean, JHS 73, 1953, 27, no. 7;
SEG 12, 461.iv.
| 96 | πρυτάνεις εἰσέδωκαν περὶ τοῦ ἀναγνωσθέντος ψηφίσματος τοῦ ἀπεσταλμένου ὑπὸ Ζμυρ- |
| ναίων καθότι ἐπαινοῦσιν τὸν δῆμον καὶ στεφανοῦσιν χρυσῶι στεφάνωι, ἐπαινοῦσιν δὲ καὶ | |
| τοὺς δικαστὰς Ἀντιγένην Ἀπολλωνίου, Αἰνέαν Ἀρτεμιδώρου, Τιμοῦχον Εὐάρχου καὶ στεφ[α]- | |
| νοῦσιν ἕκαστον αὐτῶν χρυσῶι στεφάνωι, στεφανοῦσιν δὲ καὶ τὸν γραμματέα Πυθίωνα Δη- | |
| 100 | μητρίου θαλλοῦ στεφάνωι· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἑλέσθαι ἄνδρα ὃς μισθώσει κατα- |
| σκευὴν στήλης λιθίνης εἰς ἣν ἀναγραφήσεται τὸ ἀπεσταλμένον ψήφισμα παρὰ Ζμυρναί- | |
| ων καὶ τὴν ἀνάθεσιν ποιήσεται ἐν τῶι τοῦ Ἀπόλλωνος ἱερῶι· ὅσου δ’ ἂν μισθωθῇ δ[ό]τωαν αὐτῶ[ι] | |
| τὸ ἀργύριον οἱ ταμίαι ἐξ ἧς καθήκει προσόδου. ᾑρέθη Ἀσκληπιάδης Ἀσκληπιαδου Περδικιάθεν. |