Decree of Kaunos accepting decree of Zmyrna, on large stele; II; found at Kaunos: *Hellenica 7, 171-188, ll. 60-95; BE 1950:179; Bean, JHS 73, 1953, 27, no. 7; SEG 12, 461.iii.  
[ ] Hellenica 7, 171-88.60-95
See also:
60 ἐπὶ ἱερέως Μηνοδώρου τοῦ Ἀθηνοδώρου τοῦ Ἀλεξίου, [μ]ηνὸς Ἰλαστηριῶνος· ἔδοξε Καυ-
νίων τῆι βουλῆι καὶ τῶι δήμωι· πρυτάνεων γνώμη· ἐπειδὴ Ζμυρναῖοι, φίλοι καὶ εὖνοι ὑ-
πάρχοντες τοῦ δήμου, ἀπέσταλκαν πρεσβευτὴν καὶ ψήφισμα ἐν ὧι γράφουσιν ὅτι, ἀποστει-
λάντων αὐτῶν πρὸς ἡμᾶς πρεσβευτὴν τὸν αἰτησόμενον δικαστὰς καὶ γραμματέα, ἡμεῖς
ποιησάμενοι πρόνοιαν περὶ τούτων ἀπεστείλαμεν τοὺς δικαστὰς ἄνδρας καλοὺς καὶ ἀγα-
65 θοὺς Ἀντιγένην Ἀπολλωνίου, Αἰνέαν Ἀρτεμιδώρου, Τιμοῦχον Εὐάρχου, οὓς διασαφοῦσιν
παραγενομένους εἰς τὴν πόλιν αὐτῶν τὰς μὲν δεδικακέναι τῶν δικῶν καλῶς καὶ δικα[ίως]
καὶ κατὰ τοὺς νόμους, τὴν πᾶσαν κακοπαθίαν τε καὶ φιλοτιμίαν προσενεγκαμένους, τὰς [δὲ]
συν<λ>ελυκέναι, σπουδάσαντας καὶ τοὺς διαφερομένους τῶν πολιτῶν εἰς ὁμόνοιαν κατα-
στῆσαι, ἐφ’ οἷς καὶ ἐπαινοῦσιν τὸν δῆμον ἡμῶν καὶ στεφανοῦσιν χρυσῶι στεφάνωι τὴν ἐπ̣[ι]-
70 μέλειαν γράψαντες τῶν στεφάνων ἵνα ποιῆται ὁ παρ’ αὐτοῖς ἀγωνοθέτης ἐν τοῖς συν-
τελουμένοις Διονυσίοις τραγῳδῶν τῶι ἀγῶνι, ἐπαινοῦσιν δὲ καὶ τοὺς δικαστὰς Ἀντιγέ-
νην Ἀπολλωνίου, Αἰνέαν Ἀρτεμιδώρου, Τιμοῦχον Εὐάρχου ἐπὶ τῆι αἱρέσει τε καὶ τ̣ῆι δικαιο-
σύνηι ἧι ἐποιήσαντο περὶ τὰς κρίσεις καὶ στεφανοῦ{ν}σιν {²⁶στεφανοῦσιν}²⁶ ἕκαστον αὐτῶν χρυσῶι στεφά-
νωι, ἐπαινοῦσιν δὲ καὶ τὸν συνεξαποσταλέντα μετ’ αὐτῶν γραμματέα Πυθίωνα Δημη-
75 τρίου ἐπὶ τῶι παρεχῆσθαι τὴν καθ’ αὑτὸν χρείαν ἀξίως ἀμφοτέρων τῶν πόλεων καὶ
στεφανοῦσιν θαλλοῦ στεφάνωι καὶ ὁ παραγενόμενος παρὰ Ζμυρναίων πρεσβευτής,
ἀ̣ν̣ὴρ καλὸς καὶ ἀγαθός, τό τε ψήφισμα ἀπέδωκεν καὶ ἐπελθὼν ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆ-
μον διελέγη ἀκολούθως τοῖς ἐν τῶι ψηφίσματι γεγραμμένοις, σπουδῆς καὶ φιλοτιμίας
οὐθὲν ἐλλείπων, παρεκάλεσέν τε ἵνα ἡ ἀναγγελία τῶν στεφάνων τῶι δήμωι ἡ̣-
80 μῶν καὶ τοῖς δικασταῖς γίνηται καθ’ ἕκαστον ἔτος ἐν τοῖς συντελουμένοις πα-
ρ’ ἡμῖν ἀγῶσιν καὶ ἵνα πρόνοιαν ποιησώμεθα ὅπως καὶ παρ’ ἡμῖν ἀναγραφῇ τὸ ἀπεσ-
ταλμένον ὑπ’ αὐτῶν ψήφισμα εἰς στήλην λιθίνην καὶ ἀνατεθῇ ἐν τῶι ἐπιφανεστάτωι τό-
πωι καὶ ὅτι ταῦτα πράξαντες χαριούμεθα αύτοῖς· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἀποκρ[ί]-
νασθαι Ζμυρναίοις ὅτι ὁ δῆμος ἀποδέχεται τὰ ἐψηφισμένα τίμια φιλοφρόνως καὶ ἐπαιν[εῖ]
85 αὐτοὺς ἐπὶ τῶι μνημονεύοντα<ς> τῶν γινομένων εἰς αὐτοὺς ὑπὸ τοῦ πλήθους ἡμῶν συν̣-
φερόντων τὴν ἁρμόζουσαν πεποιῆσθαι πρόνοιαν περὶ τῶν προγεγραμμένων, ἐνφα-
νιζέ{ι}τω {²⁶ἐνφανιζέτω}²⁶ δὲ Ζμυρναίοις καὶ ὅτι τὴν ἀναγραφὴν τοῦ ἀπεσταλμένου ὑπ’ αὐτῶν ψηφίσμα-
τος καὶ τὴν ἀναγγελίαν τῶν στεφάνων ποιήσεται καθ’ ἕκαστον ἔτος ἐν τῶι συντελε[σ]-
θησομένωι παρ’ ἡμῖν μουσικῶι ἀγῶνι καὶ ὁ ἀγωνοθέτης καθ’ ἕκαστον ἔτος ποιείσθω τὴν ἀ-
90 ναγγελίαν τῶν στεφάνων ἐν τῶι μουσικῶι ἀγῶνι καθότι Ζμυρναῖοι παρακαλοῦσιν· ἀποδ̣[έ]-
ξασθαι δὲ καὶ τὴν προαίρεσιν τοῦ παραγεγενημένου πρεσβευτοῦ παρὰ Ζμυρναίων ἐπὶ τῆι εὐνο[ί]-
αι τῆι ὑπαρχούσῃ αὐτῶι πρὸς τὴν πατρίδα καὶ τὸν δῆμον τὸν ἡμέτερον καὶ ἐπὶ τῶι τὴν ἐπιδ[η]-
μίαν πεποιῆσθαι εὔτακτον καὶ εὐσχήμονα καὶ ἀξίαν ἀμφοτέρων τῶν πόλεων· πέμψαι δὲ αὐτῶ[ι]
καὶ ξένιον παρὰ τοῦ δήμου τὸ ἐν τῶι νόμωι γεγραμμένον· καλέσαι δὲ αὐτὸν καὶ ἐπὶ ξένια εἰς τὸ
95 πρυτανεῖον.
Search Help