Funerary inscription of Lupercus Threptou and wife, with
penalty for unauthorized burial; imperial; found at Iasos: CIG
2690; *IIasos 392.
[ ]
IIasos 392
| 1 | τὸ ἡρῷον τοῦτο Λουπέρκου τοῦ Θρέπτου, |
| ἐπιγραφὴν ἔχον ἣν διέταξεν ἐν αἷς ἔθετο | |
| διαθήκαις. οὐδενὶ δὲ ἐξέσται ταφῆναι | |
| ἐν ᾧ κατεσκεύακα πρὸς τοῖς προαστίοις ἡρῴῳ | |
| 5 | ἢ μόνοις ἐμοί τε καὶ τῇ γυναικί μου Φλ(αουίᾳ) |
| Ὀνησίμῃ· ἐὰν δέ τις ὑπεναντίον τῆς | |
| ἐμῆς γνώμης ποιῶν θάψῃ τινά, ὁ μὲν | |
| τοῦτο τολμήσας λόγον ὑφέξει τυμβωρυχί- | |
| ας, τὸ δὲ τεθὲν ἐξενεχθῆναι βούλομαι πτῶμα. |