[ ]
Att. — stoich. 33-39 — 322/1
1 | [— — — — — — — — — προσαγα]γεῖν Εὐήνορα [πρ]- |
[ὸς τὸν δῆμον, γνώ]μ[ην] δὲ ξυμβάλλεσθαι τῆ[ς] | |
[βουλῆς εἰς τὸν] δῆμον ὅτι δοκεῖ τῆι βουλ[ῆ]- | |
[ι], ἐ[πειδ]ὴ Εὐή[νωρ] Ἀκαρνὰν πρόθυμός ἐστι[ν] | |
5 | περὶ [τ]ὸν δῆμον τὸν Ἀθηναίων καὶ ποεῖ ὅτ[ι] |
δύναται ἀγαθόν, εἶναι <δὲ> αὐτὸν πρόξενο[ν] | |
καὶ εὐεργέτην τοῦ δήμου τοῦ Ἀθηναίων κα- | |
ὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι καθ- | |
άπερ τοῖς ἄλλοις εὐεργέταις καὶ ἀναγρ[ά]- | |
10 | ψαι τόδε τὸ ψήφισμα ἐν στήληι λιθίνηι τὸ- |
ν γραμματέα τῆς βουλῆς καὶ στῆσαι ἐν ἀκρ- | |
[ο]πόλει, εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης [δ]- | |
[οῦ]ναι τὸν ταμίαν τοῦ δήμου ∶ΔΔ∶ δραχμὰς ἐ[κ] | |
[τῶ]ν κατὰ ψηφίσματα ἀναλισκομένων τῶι [δ]- | |
15 | [ήμ]ωι. |
[ἐπ]ὶ Φιλοκλέους ἄρχοντος ἐπὶ τῆς Οἰνεῖδος ἐνά[τ]- | |
[ης] πρυτανέας, ἧι Εὐθυγένης Ἡφαιστοδήμου Κηφι[σ]- | |
[ιε]ὺς ἐγραμμάτευεν· Θαργηλιῶνος δευτέραι ἱστα- | |
[μέ]νου, τρίτει καὶ εἰκοστεῖ τῆς πρυτανείας· ἐκκ[λ]- | |
20 | [ησ]ία· τῶν προέδρων ἐπεψήφιζεν Εὔαλκος Φαληρε[ύ]- |
[ς· ἔ]δοξεν τῶι δήμωι· Διόφαντος Φρασικλείδου Μυ[ρ]- | |
[ρι]νούσιος εἶπεν· τὰ μὲν ἄλλα καθάπερ τῆι βουλεῖ. | |
[ἐπ]ειδὴ δὲ Εὐήνωρ Εὐηπίου δι’ εὐεργεσίαν πρόξεν- | |
[ο]ς ἐγένετο τοῦ δήμου τοῦ Ἀθηναίων καὶ ἅπαντα ὅσ- | |
25 | [α] προσέταξεν αὐτῶι ὁ δῆμος ὁ Ἀθηναίων καὶ ἰδίαι |
καὶ κοινεῖ ἐπιμέλεται· ἀγαθ[εῖ] τύχει ἐπεψηφίσ[θαι] | |
τῶι δήμωι ἐπαινέσα<ι> μὲν Εὐήνορα Εὐηπίου κα[ὶ στε]- | |
φανῶσαι θαλλοῦ στεφάνωι φιλοτιμίας ἕνε[κα καὶ] | |
[ἐ]πιμελείας. εἶναι δὲ αὐτῶι καὶ ἐγγόνο[ις γῆς καὶ] | |
30 | [οἰ]κίας ἔγκτησιν ἀπέχοντι τῶν [κ]οι[νῶν καὶ τῶν ὁρ]- |
[ίων]· ἐπιμέλεσθαι δὲ αὐτοῦ [τήν τε βουλὴν τὴν ἀεὶ β]- | |
[ουλεύο]υσαν καὶ τοὺ[ς πρυτάνεις τοὺς ἀεὶ ὄντας]· | |
[ἀναγράψ]αι δὲ τ — — — — — — — — — — — — — — — — | |
— — — — — — — — — — — — — — — — — — — — — — — — |