[ ] Att. — stoich. 33-39 — 322/1
1 [— — — — — — — — — προσαγα]γεῖν Εὐήνορα [πρ]-
[ὸς τὸν δῆμον, γνώ]μ[ην] δὲ ξυμβάλλεσθαι τῆ[ς]
[βουλῆς εἰς τὸν] δῆμον ὅτι δοκεῖ τῆι βουλ[ῆ]-
[ι],[πειδ]ὴ Εὐή[νωρ] Ἀκαρνὰν πρόθυμός ἐστι[ν]
5 περὶ [τ]ὸν δῆμον τὸν Ἀθηναίων καὶ ποεῖ ὅτ[ι]
δύναται ἀγαθόν, εἶναι <δὲ> αὐτὸν πρόξενο[ν]
καὶ εὐεργέτην τοῦ δήμου τοῦ Ἀθηναίων κα-
ὶ αὐτὸν καὶ ἐκγόνους καὶ εἶναι αὐτῶι καθ-
άπερ τοῖς ἄλλοις εὐεργέταις καὶ ἀναγρ[ά]-
10 ψαι τόδε τὸ ψήφισμα ἐν στήληι λιθίνηι τὸ-
ν γραμματέα τῆς βουλῆς καὶ στῆσαι ἐν ἀκρ-
[ο]πόλει, εἰς δὲ τὴν ἀναγραφὴν τῆς στήλης [δ]-
[οῦ]ναι τὸν ταμίαν τοῦ δήμου ∶ΔΔ∶ δραχμὰς ἐ[κ]
[τῶ]ν κατὰ ψηφίσματα ἀναλισκομένων τῶι [δ]-
15 [ήμ]ωι.
[ἐπ]ὶ Φιλοκλέους ἄρχοντος ἐπὶ τῆς Οἰνεῖδος ἐνά[τ]-
[ης] πρυτανέας, ἧι Εὐθυγένης Ἡφαιστοδήμου Κηφι[σ]-
[ιε]ὺς ἐγραμμάτευεν· Θαργηλιῶνος δευτέραι ἱστα-
[μέ]νου, τρίτει καὶ εἰκοστεῖ τῆς πρυτανείας· ἐκκ[λ]-
20 [ησ]ία· τῶν προέδρων ἐπεψήφιζεν Εὔαλκος Φαληρε[ύ]-
[ς· ἔ]δοξεν τῶι δήμωι· Διόφαντος Φρασικλείδου Μυ[ρ]-
[ρι]νούσιος εἶπεν· τὰ μὲν ἄλλα καθάπερ τῆι βουλεῖ.
[ἐπ]ειδὴ δὲ Εὐήνωρ Εὐηπίου δι’ εὐεργεσίαν πρόξεν-
[ο]ς ἐγένετο τοῦ δήμου τοῦ Ἀθηναίων καὶ ἅπαντα ὅσ-
25 [α] προσέταξεν αὐτῶι ὁ δῆμος ὁ Ἀθηναίων καὶ ἰδίαι
καὶ κοινεῖ ἐπιμέλεται· ἀγαθ[εῖ] τύχει ἐπεψηφίσ[θαι]
τῶι δήμωι ἐπαινέσα<ι> μὲν Εὐήνορα Εὐηπίου κα[ὶ στε]-
φανῶσαι θαλλοῦ στεφάνωι φιλοτιμίας ἕνε[κα καὶ]
[ἐ]πιμελείας. εἶναι δὲ αὐτῶι καὶ ἐγγόνο[ις γῆς καὶ]
30 [οἰ]κίας ἔγκτησιν ἀπέχοντι τῶν [κ]οι[νῶν καὶ τῶν ὁρ]-
[ίων]· ἐπιμέλεσθαι δὲ αὐτοῦ [τήν τε βουλὴν τὴν ἀεὶ β]-
[ουλεύο]υσαν καὶ τοὺ[ς πρυτάνεις τοὺς ἀεὶ ὄντας]·
[ἀναγράψ]αι δὲ τ — — — — — — — — — — — — — — — —
— — — — — — — — — — — — — — — — — — — — — — — —
Search Help