List of choregic donations under stephanephoros Apollo for fourth year after Kleanax Kleanaktos; II/I; found at Iasos: LW 285; Brinck 238-239, no. 139; *IIasos 200.  
[ ] IIasos 200
1 ἐπὶ στεφανηφόρου Ἀπόλλωνος τοῦ τετάρτου μετὰ
Κλεάνακτα Κλεάνακτος, ἀγωνοθέτου δὲ Ἀερίωνος
τοῦ Ἱεροκλείους τοῦ Θεογένου· οἵδε τῶν πρότερον ἐπι-
νευσάντων ἐν Διονυσίοις ἀπέδωκαν· Δωρόθεος
5 Μιννίωνος, Ὀνά[τα]ς Μηνοφ[ίλου, Φ]ρῖξος Σατ[ύ]ρου,
Ἀερίων Ἱεροκλείους τοῦ Ἀριστογένου, Γλαῦκος Ἀριστέου,
Νουμήνιος Νουμηνίου τοῦ Σωσιβίου, ἕκαστος αὐ[τῶν]
δραχμὰς διακοσίας· [μ]ετοίκων· Ἡράκλειτος
Καλλισθένου[ς Μ]άγνης ἀπὸ [Μ]αιάνδρου, Εὐήνεμος
10 Ἀπολλωνίο[υ] Μαραθηνός, ἑκάτερος αὐτῶν δραχμὰς ἑκατόν.
Search Help
Contact Us