List of choregic donations under stephanephoros Apollo after Theaitetos; II/I; found at Iasos: LW 298; Brinck 243-244, no. 152; *IIasos 197.  
[ ] IIasos 197
1 ἐπὶ στεφανηφόρου Ἀπόλλωνος τοῦ μετὰ Θεαίτητον, ἀγωνο-
θέτου δὲ Νυ<σ>ίου τοῦ [Κτ]ησικλείους· οἵδε τῶν πρότερον ἐπι-
νευσάντων ἐν Διονυσίοις ἀπέδωκαν· ἀγωνοθέτης Λέων
Μενο<ίτ>ο<υ>· χορηγοί· Μενοίτιος Σατυρίωνος, Δημήτριος Αὐτομάτου,
5 Μελάνθιος Μελανίππου, Οὐλιάδης Ἀθηναγόρου, ἕκαστος
δραχμὰς διακοσίας· μετοίκων· [Πύ]θης Ἀριστείδου Βιθυνός,
Διογένης [․]ανυβότου [Καλλ]ατιανός, ἑκάτερος δραχμὰς
ἑκατόν.
Search Help
Contact Us