List of choregic donations under stephanephoros Apollo
after Theaitetos; II/I; found at Iasos: LW 298; Brinck 243-244,
no. 152; *IIasos 197.
[ ]
IIasos 197
| 1 | ἐπὶ στεφανηφόρου Ἀπόλλωνος τοῦ μετὰ Θεαίτητον, ἀγωνο- |
| θέτου δὲ Νυ<σ>ίου τοῦ [Κτ]ησικλείους· οἵδε τῶν πρότερον ἐπι- | |
| νευσάντων ἐν Διονυσίοις ἀπέδωκαν· ἀγωνοθέτης Λέων | |
| Μενο<ίτ>ο<υ>· χορηγοί· Μενοίτιος Σατυρίωνος, Δημήτριος Αὐτομάτου, | |
| 5 | Μελάνθιος Μελανίππου, Οὐλιάδης Ἀθηναγόρου, ἕκαστος |
| δραχμὰς διακοσίας· μετοίκων· [Πύ]θης Ἀριστείδου Βιθυνός, | |
| Διογένης [․]ανυβότου [Καλλ]ατιανός, ἑκάτερος δραχμὰς | |
| ἑκατόν. |