Letter of Aristoboulos to boule and demos of Iasos, with oath of Aristoboulos; 304/282 BC; found at Iasos: Pugliese Carratelli, ASAA 29-30, 1967-1968, 437-445, no. 1B, ll. 7-24 (PH); BE 1971:620, pp. 501-502; Garlan, ZPE 9, 1972, 223-224; BE 1973:435, 437; *IIasos 3, ll. 1-18; SEG 37, 862.  
[ ] IIasos 3.1-18
1 Ἀριστόβουλος Ἰασέων τῆι βουλῆι καὶ τῶι δήμωι χαίρειν· παραγ̣ε̣ν̣[όμενοι οἱ πρέσβεις]
διελέγοντό μοι φέροντες τὰ παρ’ ὑμῶν ἀξιώματα, ἐν ο[ἷς] ἦν τὴν πόλιν [ἐλευθέραν]
[καὶ] αὐτόνομον εἶναι καὶ ἐν συμμαχίαι· πίστιν δὲ τούτω[ν] ἀ̣ξ̣ιωσάντων ἡμῶ[ν αὐτοὺς]
δ̣οῦνα[ι, σ]υνεχώρησαν· ἐπεχωρήθη οὖν ταῦτα αὐτοῖς· διελέγοντο δὲ καὶ ὑ̣[πὲρ συντά]-
5 [ξε]ω[ς] ἵ̣να τὴν [κ]αλῶ[ς] ἔχ̣ουσαν εἰς τὴν φυλακὴν τῆς χώρας συντελῶσιν, τῶ[ν δὲ]
λιμένων καὶ τῶν λοιπῶν προσόδων ὑμᾶς κυρίους εἶναι· ὑπὲρ μὲν οὖν τοῦ λιμ̣[ένος]
συνκεχωρήκαμεν αὐτοῖς, ὑπὲρ δὲ τῆς συντάξεως ἐδόκει μοι ἀνενέγκαι εἰς τὸ[ν]
βασιλέα, ἵνα μὴ τὸ παρ’ ἡμῶν ἑκατέρους περὶ τὸ πλέον καὶ ἔλασσον διαφέρεσθαι
ἐμπόδιον γίνηται τοῦ μὴ συντελεσθῆναι τὰ περὶ τὴν πόλιν ὡς βουλόμεθα· ὑπὲρ
10 τούτων οὖν ἐδόκει μοι βέλτιον εἶναι ἐπιστεῖλαι ὑμῖν· ἔρρωσθε.
ὅρκον ὃν ὤμοσεν Ἀριστόβουλος· ὀμνύω Δία Γῆν Ἥλιον Ἀπόλλω Ἄρην Ἀθηνᾶν
Ἀρείαν θεοὺς πάντας καὶ πάσας καὶ τὴν Ταυροπόλον· διαφυλάξω τὴν ἐλευθερίαν
καὶ τὴν αὐτονομίαν τῶι δήμωι τῶν Ἰασέων, τὰς δὲ προσόδους ἐάσω Ἰασε[ῖ]ς
λαμβάνειν τὰς τῆς πόλεως πάσας καὶ τοὺς λιμένας, σύνταξιν δὲ φέρειν αὐτοὺς
15 ἣν ἂν ὁ βασιλεὺς συντάξηι· καὶ ἐάν τις ἀδικεῖ Ἰασεῖς, οὐκ ἐπιτρέψω ἀλλὰ βοιηθήσω
καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν εἰς δύναμιν εἶναι τὴν ἐμήν, καὶ αὐτὸς εὐνοήσω τῆι
πόλει τῶν Ἰασέων καὶ πράξω ὅτι ἂν δύνωμαι ἀγαθὸν καὶ λόγωι καὶ ἔργωι ἄνευ δόλου
καὶ ἀπάτης· εὐορκοῦντι μέμ μοι εὖ εἴη, ἐπιορκοῦντι δὲ τἀναντία τούτων.
Search Help
Contact Us