Letter of Queen Laodike (III) to boule and demos of Iasos;
195/190 BC; found at Iasos: Pugliese Carratelli, ASAA 29-30,
1967-1968, 445-453, no. 2 (PH); BE 1973:432, 437; Pugliese
Carratelli, ASAA 31-32, 1969-1970, 400-402 (PH, part); BE
1974:544; SEG 26, 1226; BE 1976:652; BE 1977:465; Pomeroy, Mnem.
35, 1982, 120-123; *IIasos 4, ll. 1-32 (* for ll. 3-32); BE
1987:18 (pp. 272-273); *Fischer, Fs. Lauffer 237-243 (* for ll.
0-2); SEG 36, 984.
[ ]
IIasos 4.1-32
| 0 | <⁶¹>⁶¹[⁵¹ἐπὶ στεφανηφόρου Κυδίου τοῦ Ἱεροκλείους]⁵¹ |
| <⁶¹ἐπὶ στεφανηφόρου Κυδίου τοῦ Ἱεροκλείους·>⁶¹[⁵¹Ἐλαφηβολιῶνος]⁵¹ | |
| ἐπιστολὴ πα<⁶¹Ἐλαφηβολιῶνος·>⁶¹[⁵¹ρὰ Βασιλίσσης Λαοδίκης·]⁵¹ | |
| Βασίλισσα Λαοδίκη Ἰασέων τῆι βουλῆι καὶ τῶι δή- | |
| μωι χαίρειν· ἀκούουσα πλεονάκις τοῦ ἀδελφοῦ ἥν | |
| 5 | τε ἀντίληψιν τῶν ἑαυτοῦ φίλων καὶ συμμάχων |
| διατελεῖ ποιούμενος καὶ ὡς τὴν ὑμετέραν πό- | |
| λιν συμπτώμασιν περιπεσοῦσαν ἀπροσδοκή- | |
| τοι̣ς ἀνακτησάμενος τήν τε ἐλευθερίαν ὑμῖν | |
| ἀπέδωκεν καὶ τοὺς νόμους καὶ τὰ λοιπὰ προτέθει- | |
| 10 | ται συναύξειν τὸ πολίτευμα καὶ εἰς βελτίονα δι- |
| άθεσιν ἀγαγεῖν, προαιρουμένη δὴ καὶ ἐγὼ ἀκόλου- | |
| θα πράσειν τῇ σπουδῇ αὐτοῦ καὶ ἐκτενείαι καὶ διὰ | |
| τοῦτο καταθέσθαι τινὰ εὐεργεσίαμ μὲν εἰς τοὺς | |
| ἀσθενοῦντας τῶν πολιτῶν, εὐχρηστίαν δὲ κοι- | |
| 15 | νὴν τῶι σύμπαντι δήμωι, γεγράφεικα Στρουθί- |
| ωνι τῶι διοικητῆι ἐφ’ ἕτη δέκα κατ’ ἐνιαυτὸν πυρῶν χιλί- | |
| ους μεδίμνους Ἀττικοὺς εἰς τὴν πόλιν παρακομί- | |
| ζοντα παραδιδόναι τοῖς παρὰ τοῦ δήμου· εὖ οὖν ποή- | |
| σετε συντάξαντες τοῖς μὲν ταμίαις παραλαμβά- | |
| 20 | νοντας τακτοῦ πλήθους ἐγδιοικεῖν, τοῖς δὲ προστά- |
| ταις καὶ οἷς ἂν ἄλλοις κρίνητε προνοεῖν ὅπως τὸ γινό- | |
| μενον διάφορον ἐκ τούτων κατατιθῶνται εἰς προῖκας | |
| ταῖς τῶν ἀσθενούντων πολιτῶν θυγατράσιν, διδόν- | |
| τες μὴ πλέον Ἀντιοχέων δραχμῶν τριακοσίων ἑκάσ- | |
| 25 | τηι τῶν συνοικιζομένων· γινομένοις θ’ ὑμῖν εἴς τε τὸν |
| ἀδελφὸν καὶ καθόλου τὸν οἶκον ἡμῶν οἵους καθήκει | |
| [κα]ὶ τῶν ἀπαντω<μέν>ων εὐεργεσιῶν μεμνημένοις | |
| [εὐ]χαρίστως πειράσομαι καὶ ἄλλα ἃ ἂν ἐπινοῶ συν- | |
| [παρ]ασκευάζειν παντὶ τρόπωι συνεκτρέχειν προ- | |
| 30 | [αιρου]μένη τῆι τοῦ ἀδελφοῦ θελήσει· κατανοῶ γὰρ αὐ- |
| [τὸν λ]ίαν ἐκτενῶς ἔχοντα πρὸς τὴν ἐπανόρθωσιν | |
| [τῆς] πόλεως· vacat ἔρρωσθε. |