Second honorary decree of boule and demos (of Samothrake) for poetes Dymas of Iasos; II1; found at Iasos: GIBM 444, ll. 14-36; Michel 352.II; IG XII 8, p. 38, ll. 14-36; SEG 4, 216; BE 1958:397; BE 1964:385; *IIasos 153, ll. 14-36.  
[ ] IIasos 153.14-36
14 [ἔ]δοξεν τῆι βουλῆι· βασιλεὺς Θεοτέλης Ἀριφάντου εἶπεν· ἐπε[ιδὴ]
15 Δύμας ποητὴς τραγωιδιῶν τά τε πρὸς θεοὺς εὐσεβῶς δια[γό]-
μενος καὶ τὰ πρὸς [τ]ὴμ πόλιν οἰκείως καὶ φιλανθρώπως ἀεί τι λ[έγων]
καὶ γράφων καὶ πράττων ἀγαθὸν διατελεῖ περὶ τῆς νήσου, διὰ [παν]-
[τ]ός τε ἀπόδειξιν ἐποιήσατο τῆς αὑτοῦ φύσεως καὶ πραγματείαν σ[υνέ]-
ταξεν ἐν δράματι τῶν Δαρδάνου πράξεων τὰς μεγίστας μνημοσ[ύνας,]
20 ἡ δὲ βουλὴ προβεβ[ο]ύλευκεν αὐτῶι περὶ ἐπαίνου καὶ στεφάνου· [ὅπως]
οὖγ καὶ ὁ δῆμος φαίνηται τοὺς εὐεργετοῦντας αὑτὸν τιμῶν ἀξίω[ς]
διὰ παντός· ἀγαθῆι τύχηι· ἐψηφίσθαι τῶι δήμωι· ἐπαινέσαι Δύμα[ντα]
ἐπὶ τῆι πρὸς τὴμ πόλιν εὐνοίαι καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στε[φάνωι]
Διονυσίων τῶι ἀγῶνι τὴν ἀνάρρησιν ποιουμένους· ὁ δῆμος στεφα[νοῖ]
25 Δύμαντα Ἀντιπάτ]ου χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκεγ καὶ εὐν[οίας]
τῆς εἰς αὑτόν· τῆ[ς] δὲ ἀναρρήσεως ἐπιμεληθῆναι τοὺς προέδ[ρους]
[κ]αὶ τὸν ἀγωνοθέτην· εἶναι δὲ αὐτῶι καὶ ἄλλο ἀγαθὸν εὑρέσθαι ὅτ[ι ἂν]
[β]ούληται παρὰ τοῦ δήμου· ἀναγράψαι δὲ τὸ ψήφισμα τὸμ βασιλέα [εἰς τὸ]
[ἱε]ρὸν τῆς Ἀθηνᾶς· ἵν[α δ]ὲ φανερὸν ἦι καὶ Ἰασεῦσιν ὅτι ὁ δῆμος τιμᾶ[ι τοὺς]
30 [κα]λοὺς καὶ ἀγαθοὺς ἄνδρας ἀξίως τῆς αὐτῶν ἀρετῆς, δοῦν[αι τόδε]
[τὸ] ψήφισμα τὸμ βασιλέα τοῖς πρώτοις παραγενομένοις θεωροῖς ἐ[ξ Ἰασοῦ]
[καὶ] τὸ γραφὲν ἐπὶ Σωσιφάνους ἀνενεγ̣κεῖν τῆι βουλῆι καὶ τῶι δήμ[ωι τῶι]
[Ἰα]σέων, καὶ παρακε[κ]λῆσθαι Ἰασε̣[ῖ]ς ἐπιμεληθῆναι φιλοτίμως ἵνα [τὰ]
[ψ]ηφίσματα ἔν τινι τῶν ἱερῶν ἀναγ[ρ]αφῆι καὶ οἱ στέφανοι ἀν[ακη]-
35 [ρυχ]θῶσιν ἐν Διο[νυ]σίοις εἰδότας δι[ό]τι ποιήσαντες τὰ ἠξι[ωμένα]
[χα]ριοῦνται τῶι δ[ήμ]ωι.
Search Help
Contact Us