Decree of Koinon of Dionysiac technitai in Ionia and Hellespont for Iasos; IIm; found at Iasos: LW 281; Michel 1014; Robert, Et. anat. 445-450; BE 1938:416; Pickard-Cambridge & Lewis, 316, no. 11; *IIasos 152.  
[ ] IIasos 152
1 γνώμη τοῦ κοινοῦ τῶν περὶ τὸν Διόνυ[σον τεχ]νιτῶν [τῶ]ν ἐν Ἰωνίαι [κ]α[ὶ] Ἑλλησ-
πόντωι καὶ τῶν περὶ τὸν καθηγημόνα Δι[όνυ]σον· ἐπειδὴ Ἰασεῖς φίλοι καὶ οἰκεῖο[ι κ]α[ὶ]
εὐ[εργέ]ται ὑπάρχοντες καὶ [τὴν προϋπάρχουσαν εὔνοιαν καὶ] φιλίαν ε[—]
[τηρ]οῦντες τὴν πρὸς τοὺ[ς τεχνίτας —]ον κα[—]νεδημον, [τη]-
5 [ρ]οῦντες δὲ καὶ τὰ δεδο[μένα τίμια τῶι κ]οινῶι τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν ὑπὸ
[τῶν Ἑλλή]νων κατὰ τὰς [μαντείας καὶ ὑπὸ Ῥωμ]αίων τῶν κοινῶν [εὐ]<ε>[ρ]<γ>[ε]τῶν
<κ>α[ὶ] σωτήρων, ἔν τε τοῖς πρότερον χρόνοις [πᾶσ]αν σπουδὴν καὶ φιλοτιμίαν [δείξαν]-
[τες] περὶ τῆς τῶν ἀγώνων ερ[—] τὴν αἵρεσιν ἔχοντες [—]
τ[— σπουδὴν κ]αὶ ἐκτένειαν, ἐν δὲ τῶι ν[ῦν καιρῶι]
10 ακ[— θεω]ρήματα καλ[—]αιρ[—]· ἀγ[αθῆι τ]ύχηι·
δεδόχθαι [τῶι] κοινῶι [τῶν περὶ τ]ὸν Διόνυσον τεχνιτῶν· ἵνα [—]ιοισ[—]υ[—]
σωτηρίας τ[— νέμειν τ]ῶι Διονύσωι καὶ Ἰασεῦσιν εἰς τοὺς [συντελουμέν]ο<υ>ς
παρ’ α<ὐ>τοῖς τῶι Διονύσωι ἀγῶν[ας ἐκ] τῶν ἐνγεγραμμένων τεχνιτῶν καὶ με-
τεχόντων τῆς [ἡ]<με>[τ]έρ[ας συνόδ]<ου>? φιλίας ὑπαρχούσης ἡμῖν ἐκ παλαιῶν χρόνων,
15 αὐλητὰς δύο, τραγῳδοὺς δύο, κωμῳδοὺς δύο, κιθαρῳδόν, κιθαριστήν, ὅπως
ἄγωσιν τῶι θεῶι τοὺς [χ]οροὺς κατὰ τὰς πατρίους αὐτῶν διαγραφάς, προσ<ν>εῖ<μ>αι δὲ τού-
των καὶ τὰς ὑπηρεσίας α[—]νωνεινεδ[—]· τοὺς δὲ νεμηθέντας πάντας ἐπι-
τελ<έ>σαι τοὺς τῶν Διονυσίων ἀγῶνας ἐν τοῖς ὡρισμένοις καιροῖς
πάντα παρασχόντας ἀκολούθως τοῖς Ἰασέων νόμοις· ὃς δὲ τῶν
20 νεμ<η>θέντων ὑπὸ τοῦ πλήθους μὴ παραγένηται εἰς Ἰασὸν ἢ μὴ [ἐπιτε]-
λ[έ]σηι τοὺς ἀγῶνας, ἀποτεισάτω τῶι κοινῶι τῶν περὶ τὸν Διόνυσον τε-
χνιτῶν Ἀντιοχ[εί]ας δραχμὰς χιλίας ἱερὰς ἀπαραιτήτους τοῦ θεοῦ, ἐὰν μή
τις δι’ ἀσθένειαν ἢ διὰ χειμῶνα ἀδύνατος γένηται· τούτωι δὲ ἔστω παραί-
τησις τῆς ζημίας ἀπολογισαμένωι ἐπὶ τοῦ πλήθους καὶ ἐμφανεῖς τὰς
25 δείξεις εἰσενεγκαμένωι καὶ ἀπολυθέντι ψήφωι κατὰ τὸν νόμον·
ἵνα δὲ καὶ Ἰασεῖς ἐπιγειν<ώ>σκωσιν τὴν τοῦ πλήθους ἡμῶν σπουδὴν
καὶ ἣν ἔχομεν πρὸς τοὺς φίλους ἐκτένειαν ἐν τοῖς ἀναγκαιοτά-
τοις καιροῖς, ἑλέσθαι πρεσβευτάς, οἵτινες ἀφικόμενοι εἰς Ἰασὸν
καὶ ἀναδόντες τόδε τὸ ψήφισμα τοῖς προστάταις καὶ ἐπελθόν-
30 τες ἐπὶ τὴν βουλὴν καὶ τὸν δῆμον καὶ ἐμφανίσαντες περὶ
τῶν ἐψηφισμένων τιμῶν αὐτοῖς καὶ ἀνανεωσάμενοι τὰ διὰ προ-
γόνων ὑπάρχοντα πρὸς ἀλλήλους φιλάνθρωπα παρακαλέσουσιν Ἰασεῖς
διαφυλάσσειν τὴν πρὸς τὸ κοινὸν τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν
οἰκειότειτα συναύξοντας τὴν φιλίαν ἀκολούθως τῆι διὰ προγόν<ω>ν
35 ὑπαρχούσηι εὐνοίαι· πρεσβευταὶ εἱρέθησαν Πλουτιάδης κιθαρῳδός,
Λυσίμαχος ποιητὴς τραγῳδιῶν, Νικόστρατος συναγωνιστὴς
τραγικός· οἵδε ἐνεμ<ή>θησαν σὺν ταῖς ὑπηρεσίαις· αὐληταὶ
Τιμοκλῆς, Φαίτας· τραγῳδοὶ Ποσειδώνιος, Σωσίπατρος·
κωμῳδοὶ Ἀγάθαρχος, Μοιρίας· κιθαρωιδὸς Ζηνόθεος· κιθαριστὴς
40 Ἀπολλώνιος Σάμιος· ἐπὶ στεφανηφόρου Ἀπόλλωνος
τοῦ τρίτου μετὰ Μένητα Τυρταίου, Ἀπατουριῶνος ἕκτῃ· ἐκυρώθη.
Search Help
Contact Us