Honorary decree of boule and demos of Iasos for Theophilos
Iatragorou of Hydisos; no date; found at Iasos: Pugliese
Carratelli, ASAA 31-32, 1969-1970, 378-379, no. 5a, ll. 3-16
(PH); BE 1973:420; *IIasos 56.
[ ]
IIasos 56
1 | [ἐ]πὶ στεφανηφόρου Ἀπόλλωνος τοῦ μετὰ Διεύχην· μηνὸς Ἀφροδισιῶνος |
[ἕ]κτηι ἱσταμένου· ἐπὶ πρυτάνεων δὲ Κυδίου τοῦ Ἀντιφῶντος, Λαμπίτου τ[οῦ] | |
[Ἱ]μερέως, Ἀνθέως τοῦ Ἀρτέμωνος, Ἀφθονήτου τοῦ Εὐκράτους, Ἀπελλέ[ω] | |
[τ]οῦ Ἰατροκλέους, Ἡγίου τοῦ Πακτυΐσκου, γραματέως δὲ Νημέρτεως τ[οῦ] | |
5 | Διεύχους· ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· ἕκτηι ἱσταμένου· Κυδίας |
Ἀντιφῶντος ἐπεστάτει, Ἀντίγονος Ἀντιδότου εἶπεν· ἐπειδὴ Θεόφιλος | |
Ἰατραγόρου Ὑδισεὺς ἀνὴρ καλὸς κἀγαθὸς περὶ τὴμ πόλιν τὴν Ἰασέων ἐστίν, | |
[ἰ]δίᾳ τε τοῖς ἐντυγχάνουσι τῶν πολιτῶν χρείας παρεχόμενος καὶ κοινῆι̣ | |
περὶ τῆς πόλεως, καὶ λέγων καὶ πράσσων ἀγαθὸν ὅτι ἂν δύνηται, δεδόχθα[ι] | |
10 | [τ]ῶι δήμωι· ἐπῃνῆσθαι αὐτὸν εὐνοίας ἕνεκεν ἧς ἔχει περὶ τὴν πόλιν, καὶ εἶνα[ι] |
[αὐτὸ]ν πρόξενον καὶ εὐεργέτην τοῦ δήμου τοῦ Ἰασέων· δεδόσθαι δὲ α[ὐτῶι] | |
[καὶ π]ολιτείαν μετέχοντι πάντων ὧν καὶ οἱ λοιποὶ Ἰασεῖς μετέχουσιν, εἶναι δ[ὲ] | |
[αὐτ]ῶι καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν πᾶσιν καὶ εἴσπλουν καὶ ἔκπλουν κ[αὶ] | |
[ἐν εἰρήνηι καὶ ἐμ πολέμωι ἀσυλεὶ καὶ ἀσ]πο[νδεί —] |