Honorary decree for Melanion Theodorou, ephebarchos; I;
found at Karakuyu, from Iasos: GIBM 925.b; *IIasos 98.
[ ]
IIasos 98
| 1 | ἐπειδὴ Μελανίων Θεοδώρου προγό- |
| νων ὑπάρχων εὐεργετῶν τῆς πόλεως, | |
| ἄξια πράσσων τῆς ἐκείνων ἀρετῆς ἐμ πᾶσιν | |
| καλοκἀγαθικῶς ἀναστρεφόμενος ἀνὴρ κα- | |
| 5 | λὸς κἀγαθός ἐστιν καὶ εὐσεβῶς μὲμ πρὸς τὸ |
| θεῖον διάκειται, φιλοστόργως δὲ καὶ ὡς πρέ- | |
| πον ἐστὶν ἀνδρὶ σώφρονι καὶ πεπαιδευμένωι | |
| προσφέρεται τοῖς γονεῦσιγ καὶ τοῖς λοιποῖς | |
| συγγενέσιν, εὐνοϊκῶς δὲ καὶ φιλοδόξως καὶ πρὸς | |
| 10 | πάντας τοὺς πολίτας ὑπεξάγει, ἀπό τε τῆς |
| πρώτης ἡλικίας ζηλωτὴς τῶγ καλλίστωγ γινό- | |
| μενος ἀνέστραπται ἐν τῶι γυμνασίωι φιλοπονῶν | |
| καὶ φιλομαθῶγ καὶ ἐπὶ τὰ κάλλιστα ἐπιδιδοὺς | |
| ἑαυτόν, ἔν τε τοῖς οἰκείοις τῆς ἡλικίας παιδεύμα- | |
| 15 | σιγ καταγινόμενος καὶ ἐν τοῖς κατὰ φιλοσοφίαν |
| λόγοις ἱκανὴν ἕξιγ καὶ προκοπὴν ἐσχηκὼς ἀνα- | |
| στρέφεται σωφρόνως καὶ ἀξιοζηλώτως καλὸν | |
| ὑπόδειγμα τῆς ἰδίας προαιρέσεως καταβαλλό- | |
| μενος, καθόλου τε καὶ λέγωγ καὶ πράσσων τὰ | |
| 20 | κάλλιστα καὶ ἐνδοξότατα διατελεῖ ἐμ πᾶσιν |
| στοιχῶν τῆι τε ἰδίαι ἀρετῆι καὶ δόξηι καὶ τῆι {ι} διὰ προ- | |
| γόνων ὑπαρχούσηι αὐτῶι καλοκἀγαθίαι· ἀποδει- | |
| χθεὶς δὲ καὶ ἐφήβαρχος προΐσταται τοῦ γυμνασί- | |
| ου καὶ τῆς τῶν ἐφήβωγ καὶ νέων εὐκοσμίας ἀξί- | |
| 25 | ως ἀναστρεφόμενος τοῦ τε πατρὸς καὶ τῶν |
| νέων καὶ τοῦ σύμπαντος δήμου· καλῶς δὲ | |
| ἔχον ἐστὶν τοὺς ἀγαθοὺς ἄνδρας τῆς καλλίσ- | |
| της ἀποδοχῆς̣ κ̣[α]ὶ προτιμῆς διὰ παντὸς τυγ- | |
| χάνειν, ὅπως [καὶ οὶ] λοιποὶ θεωροῦντες τ[ὴν τοῦ] | |
| 30 | πλήθους εὔ̣[νοι]αν ἐκ̣τ̣ενεῖς καὶ προ[θύμους] |
| ἑαυτοὺς πα[ρέχωντα]ι τῶι δήμωι· διὸ καὶ [ἔδοξεν] | |
| ἐπῃνῆσθαι Μ[ελανίωνα Θ]εοδώρου ἐπί τε [τῆι ἀρετῆι] | |
| καὶ καλοκἀγα[θίαι καὶ ἧι ἔχ]ει πρὸς πάντας το[ὺς πολίτας] | |
| εὐνοίαι· καὶ σ[τεφανῶσ]αι αὐτὸν χρυσῶι [στεφάνωι] | |
| 35 | ἀριστείωι· [στῆσαι δ]ὲ αὐτοῦ καὶ εἰκόν[α γραπτὴν] |
| ἐν τῶι γυμ[νασίωι τῶι] Πτολεμαιείωι ἐ[ν ὅπλωι ἐπι]- | |
| χρύσωι, στ[ῆσαι δὲ αὐτο]ῦ καὶ εἰ[κό]να χα[λκῆν καὶ εἰ]- | |
| κόνα χρυσ[ῆν ἐν τῶι ἐπιφανεστάτ]ωι [ὅπου ἂν βού]- | |
| ληται τόπ[ωι — εἰκ]όνα [—] | |
| 40 | δὲ αὐτοῦ [—] ἀ[ναγράψαι δὲ —] |
| ἐφ’ ἑκάστ[ης —] |