Honorary decree of boule and demos of Iasos for Glaukos Theopropou and Aristonikos Theopropou of Athens, giving them proxeny and citizenship; IVe/III; now in Istanbul, from Iasos?: Hicks, JHS 9, 1888, 342, no. 4; BE 1889:202; Michel 465; *IIasos 42.  
[ ] IIasos 42
1 μηνὸς Ἀδωνιῶνος· ἐπὶ στεφανηφόρου Ἀνδρονικίδου τοῦ Ἰσοδίκου, γραμματέως
δὲ Κλεανδρίδα τοῦ Κλεάνδρου· ἕκτηι ἱσταμένου· Φορμίων Μελάνθου ἐπεστάτει·
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Δημεί̣ας Ἀριστέως εἶπεν· ἐπειδὴ Γλαῦκος καὶ
Ἀριστόνικος Θεοπρόπου Ἀθηναῖοι καλοὶ καὶ ἀγαθοί εἰσιν περὶ τὴν πόλιν τὴν Ἰασέων
5 καὶ προθύμως ὑπηρετοῦσιν τοῖς ἐντυνχάνουσιν Ἰασέων, εἶναι αὐτούς τε καὶ
ἐκγόνους προξένους καὶ εὐεργέτας Ἰασέων, δεδόσθαι δὲ αὐτοῖς πολιτείαν καὶ
ἀτέλειαν καὶ προεδρίην ἐν τοῖς ἀγῶσιν καὶ ἔσπλουν καὶ ἔκπλουν καὶ ἐν εἰρήνηι καὶ
ἐμ πολέμωι ἀσυλεὶ καὶ ἀσπονδεί· τὸ δὲ ψήφισμα ἀναγράψαι τοὺς νεωποίας
εἰς τὸ Ἀπολλώνιον.
Search Help